# Interpretatio in xiv epistulas sancti Pauli 82.581

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.581

Σκύβαλον γὰρ τὸ παχύτερον καὶ σκληρότερον ἄχυρον ὀνομάζεται· τοῦτο δὲ φέρει τὸν σῖτον, ἀλλὰ μετὰ τὴν τοῦ σίτου συλλογὴν ἀποβάλλεται τοῦτο. Οὕτως ὁ νόμος ὑπέδειξε τὸν Χριστὸν, τούτου δὲ φανέντος λοιπὸν περιττός. θʹ. «Καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην.» Τίς δὲ αὕτη; ιʹ. «Ἐπὶ τῇ πίστει τοῦ γνῶναι αὐτὸν, καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ.» Ὥστε γνῶναι διὰ τῆς πίστεως, ὅτι τῶν ἁπάντων ἐστὶ Θεός τε καὶ ποιητὴς, καὶ τὴν ἡμετέραν ἀνέλαβε φύσιν, τὴν ἡμετέραν πραγματευσάμενος σωτηρίαν, καὶ ἀνέστησεν ὅπερ ἔλαβε σῶμα, τὴν κοινὴν ἁπάντων ἀνθρώπων ἀνάστασιν μηχανώμενος· τὴν γὰρ δύναμιν τῆς ἀναστάσεως αὐτοῦ, τὸν σκοπὸν τῆς ἀναστάσεως κέκληκε. «Καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ, συμμορφούμενος τῷ θανάτῳ αὐτοῦ. (ιαʹ.) Εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τῶν νεκρῶν.» Σπουδάζω δὲ καὶ κοινωνῆσαι αὐτῷ τῶν παθημάτων, καὶ τὸν σωτήριον αὐτοῦ μιμήσασθαι θάνατον, ἵνα μετάσχω καὶ τῆς ἀναστάσεως. ιβʹ. «Οὐχ ὅτι ἤδη ἔλαβον, ἢ ἤδη τετελείωμαι, διώκω δὲ εἰ καὶ καταλάβω, ἐφ' ᾧ καὶ κατελήφθην ὑπὸ τοῦ Χριστοῦ Ἰησοῦ.» Αὐτός με πρότερος καταλαβὼν ἐσαγήνευσεν. Ἔφευγον γὰρ αὐτὸν, καὶ λίαν ἀπεστρεφόμην· αὐτὸς δὲ κατέλαβε φεύγοντα. Διώκω τοίνυν κἀγὼ καταλαβεῖν αὐτὸν ἐφιέμενος, ἵνα μὴ διαμάρτω τῆς σωτηρίας. ιγʹ. «Ἀδελφοὶ, ἐγὼ ἐμαυτὸν οὔπω λογίζομαι κατειληφέναι.» Ταῦτα πρὸς τοὺς μεγαλοφρονοῦντας ἐπὶ τοῖς ἤδη κατορθωθεῖσι λέγει, καταστέλλων αὐτῶν τὸ φρόνημα. «Ἓν δὲ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, (ιδʹ.) κατὰ σκοπὸν διώκω, ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ.» Τινὲς τὰ ὀπίσω ἐπιλανθανόμενος περὶ τῆς νομικῆς πολιτείας ἔφασαν εἰρῆσθαι· ἐγὼ δὲ οἶμαι περὶ τῶν τοῦ κηρύγματος πόνων αὐτὸν ταῦτα φάναι. Καὶ γὰρ εἴωθεν ἐκδρομαῖς κεχρῆσθαι, καὶ τοῖς παραινετικοῖς λόγοις δογματικοὺς ἐπιμιγνύναι. Λέγει τοίνυν, ὅτι Τῶν μὲν προτέρων ἐπιλανθάνομαι πόνων, τρέχειν δὲ εἰς τὰ πρόσω προθύμως ἐπείγομαι· εἷς δέ μοι σκοπὸς τὸ τῶν ἀποκειμένων ἀπολαῦσαι βραβείων· τοῦτο δέ ἐστιν ἡ τῶν οὐρανῶν βασιλεία. Βραβεῖον τὸ ἆθλον ἐκάλεσεν. ιεʹ. «Ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει.» Ταῦτα φρονεῖν ἡμᾶς περὶ τῶν προκειμένων βραβείων προσήκει. Εἰ δὲ καὶ μὴ ἀκριβῶς ἐπιστάμεθα ὁποῖα ταῦτά ἐστιν, ἀλλ' οὖν εἰδέναι προσήκει ὡς δείξει ταῦτα ἡμῖν ὁ ἀγωνοθέτης Θεός. ιϛʹ. «Πλὴν εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ αὐτὸ φρονεῖν.» Πάλιν περὶ τῆς συμφω-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
