# Interpretatio in xiv epistulas sancti Pauli 82.584

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.584

νίας αὐτοῖς διαλέγεται. Κανόνα δὲ τὸ εὐαγγελικὸν ἐκάλεσε κήρυγμα· ὁ δὲ κανὼν εὐθύτητος ὅρος οὐδενὸς προσδεόμενος. Παρεγγυᾷ τοίνυν αὐτοῖς μὴ ἀνέχεσθαι τῶν τὰ νομικὰ τῷ Εὐαγγελίῳ παραμιγνύντων. Εἶτα οἷόν τι ἀρχέτυπον ἑαυτὸν προτίθησι. ιζʹ. «Συμμιμηταί μου γίνεσθε, ἀδελφοί.» Καὶ διδάσκων ὡς πολλοὺς ἔχει τοῦδε τοῦ σκοποῦ κοινωνοὺς, ἐπήγαγε· «Καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας, καθὼς ἔχετε τύπον ἡμᾶς.» Τούτοις ἀκολουθεῖτε, εἰ τὴν αὐτὴν ἡμῖν διδασκαλίαν προσφέρουσιν. ιηʹ, ιθʹ. «Πολλοὶ γὰρ περιπατοῦσιν, οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ. Ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν.» Ἐχθροὺς τοῦ σταυροῦ προσηγόρευσεν αὐτοὺς, ὡς διδάσκοντας ὅτι δίχα τῆς νομικῆς πολιτείας ἀδύνατον σωτηρίας τυχεῖν. Θεὸν δὲ αὐτῶν τὴν κοιλίαν ἐκάλεσε, τῆς γαστριμαργίας κατηγορῶν. Διαφερόντως γὰρ οἱ Ἰουδαῖοι πολλὴν ποιοῦνται τροφῆς ἐπιμέλειαν, καὶ δικαιοσύνης ὅρον νομίζουσι τὴν ἐν Σαββάτῳ χλιδήν· δόξαν ταῦτα ὑπολαμβάνοντες ἐφ' οἷς ἔδει αἰσχύνεσθαι. «Οἱ τὰ ἐπίγεια φρονοῦντες. (κʹ, καʹ.) Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστόν. Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαυτῷ τὰ πάντα.» Ἐκεῖνοι μὲν οὖν τῇ γῇ προστετήκασιν, ἡμεῖς δὲ τὸν οὐρανὸν φανταζόμεθα, καὶ τὴν Δεσποτικὴν προσμένομεν ἐκεῖθεν ἐπιφάνειαν. Αὐτὸς γὰρ ἡμῶν τὸ σῶμα τῆς φθορᾶς ἐλευθερώσας ἀθανασίᾳ κοσμήσει· δέδωκε δὲ ἡμῖν τῆς ἐλπίδος ταύτης ἐνέχυρον, τὸ οἰκεῖον ἀναστήσας σῶμα, καὶ δόξης τοῦτο πληρώσας. Τὸ δὲ, μετασχηματίσει, οὐκ ἐπὶ τῆς μεταποιήσεως τοῦ σχήματος τέθεικεν, ἀλλ' ἐπὶ τῆς ἀπαλλαγῆς τῆς φθορᾶς. Σύμμορφον δὲ τῷ σώματι τῆς δόξης αὐτοῦ, τὸ ἡμέτερον ἔφη γεγενῆσθαι σῶμα, οὐ κατὰ τὴν ποσότητα τῆς δόξης, ἀλλὰ κατὰ τὴν ποιότητα· φωτοειδὲς γὰρ ἔσται καὶ τοῦτο. Ταῦτα δὲ ποιήσει, ἅτε δὴ δύναμιν ἄῤῥητον ἔχων, καὶ ῥᾳδίως καὶ τὴν φθορὰν καὶ τὸν θάνατον καταπαύων, καὶ εἰς ἀθανασίαν τὰ ἡμέτερα σώματα μεταβάλλων, καὶ παρασκευάζων ἅπαντας εἰς αὐτὸν ἀποβλέπειν. ΚΕΦΑΛ. Δʹ. αʹ. «Ὥστε, ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, οὕτω στήκετε ἐν Κυρίῳ, ἀγαπητοί.» Μετ' εὐφημίας πολλῆς ἡ παραίνεσις. Ἐφ' ὑμῖν γὰρ, φησὶ, μέγα φρονῶ, ἐφ' ὑμῖν λαμπρύνομαι.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
