# Interpretatio in xiv epistulas sancti Pauli 82.585

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.585

βʹ. «Εὐωδίαν παρακαλῶ, καὶ Συντύχην παρακαλῶ, τὸ αὐτὸ φρονεῖν ἐν Κυρίῳ.» Θαυμάζει μὲν τὰς γυναῖκας· αἰνίττεται δὲ ὡς ἔριν τινὰ πρὸς ἀλλήλας ἐχούσας. γʹ. «Ναὶ ἐρωτῶ καὶ σὲ, σύζυγε γνήσιε, συλλαμβάνου αὐταῖς αἵτινες ἐν τῷ Εὐαγγελίῳ συνήθλησάν μοι μετὰ καὶ Κλήμεντος, καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.» Μεγίστη τῶν γυναικῶν ἡ εὐφημία· κοινωνοὺς γὰρ αὐτὰς καλεῖ τῶν ὑπὲρ τοῦ Εὐαγγελίου κινδύνων. Τὸν δὲ σύζυγον τινὲς ἀνοήτως ὑπέλαβον γυναῖκα εἶναι τοῦ Ἀποστόλου, οὐ προσεσχηκότες τοῖς ἐν τῇ πρὸς Κορινθίους γεγραμμένοις, ὅτι τοῖς ἀγάμοις συνέταξεν ἑαυτόν· «Λέγω γὰρ, φησὶ, τοῖς ἀγάμοις, καὶ ταῖς χήραις· καλὸν αὐτοῖς ἐστιν ἐὰν μείνωσιν ὡς κἀγώ.» Καὶ δῆλον μὲν ὡς, εἴτε ἄγαμος ἦν, εἴτε χῆρος, οὐκ εἶχε γυναῖκα· ἀλλὰ τὸ τῆς ἀγαμίας ἀληθέστερον· νεανίας γὰρ ὢν ἐκλήθη. Σύζυγον οὖν αὐτὸν καλεῖ, ὡς τὸν αὐτὸν ἕλκοντα τῆς εὐσεβείας ζυγόν· καὶ παρακαλεῖ ὥστε τῶν ἀρίστων γυναικῶν συνεργὸν γενέσθαι, καὶ τὴν συμφωνίαν βραβεῦσαι. δʹ. «Χαίρετε ἐν Κυρίῳ πάντοτε, πάλιν ἐρῶ, χαίρετε.» Δῆλός ἐστι σφόδρα περὶ αὐτοὺς διακείμενος. Οὗ δὴ χάριν συχνότερον αὐτοὺς παραθαῤῥύνει καὶ ἐπαινεῖ. εʹ. «Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. Φέρετε γενναίως τῶν ἐναντίων τὰς προσβολὰς, μὴ ἀμύνεσθε κακῷ τὸ κακόν. «Ὁ Κύριος ἐγγύς. (ϛʹ.) Μηδὲν μεριμνᾶτε.» Ὁ κριτὴς πελάζει, λοιπὸν ἀποδώσει τῶν πόνων τὰς ἀντιδόσεις. «Ἀλλ' ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν.» Χρὴ γὰρ πρότερον μὲν ὑμνεῖν ἐπὶ πᾶσι τὸν Θεὸν εὐεργέτην, εἴτε θυμήρη, εἴτε καὶ μή· εἶθ' οὕτως σπουδαίως τὰς ἱκετείας προσφέρειν. ζʹ. «Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ὑμῶν, καὶ τὰ ὀνόματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.» Ὡς ὑπαλλήλων ὄντων τῶν διωγμῶν, ἀναγκαίως αὐτοῖς τὴν εἰρήνην ἐπηύξατο· οὗ δὲ ἡ εἰρήνη πάντα νοῦν ὑπερέχει, πῶς ἡ οὐσία καταληπτή; ηʹ, θʹ. «Τὸ λοιπὸν, ἀδελφοὶ, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνὰ, ὅσα δίκαια, ὅσα ἁγνὰ, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ, καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε. Ἃ καὶ ἐμάθετε, καὶ παρελάβετε, καὶ ἠκούσατε, καὶ εἴδετε ἐν ἐμοὶ, ταῦτα πράσσετε, καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ' ὑμῶν.» Συντόμως δὲ παρακαλῶ πάντας ὑμᾶς ἀληθείᾳ τοὺς λόγους κοσμεῖν, σεμνότητι καὶ δικαιοσύνῃ τὸν βίον λαμπρύνειν· ἐκεῖνα ποιεῖν ἅπερ ἐστὶ τῷ Θεῷ προσφιλῆ, καὶ ὑμῖν τὸν ἐντεῦθεν ἔπαινον πραγματεύεται. Ταῦτα γὰρ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
