# Interpretatio in xiv epistulas sancti Pauli 82.588

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.588

καὶ διὰ τῶν λόγων ὑμᾶς ἐδίδαξα, καὶ διὰ τῶν πραγμάτων ὑπέδειξα· ταῦτα δὲ ποιοῦντες συνεργὸν ἕξετε τὸν τῶν ὅλων Θεόν. Εἶτα καὶ περὶ τῶν πεμφθέντων παρ' αὐτῶν γράφει χρημάτων. ιʹ. «Ἐχάρην δὲ ἐν Κυρίῳ μεγάλως, ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν, ἐφ' ᾧ καὶ ἐφρονεῖτε· ἠκαιρεῖσθε δέ.» Οἶδα ὑμῶν τὸν σκοπὸν, καὶ λίαν εὐφραίνομαι τοῦτον ἐν ὑμῖν βλέπων. Πάλαι γὰρ ἐβούλεσθε τῆς ἡμετέρας θεραπείας φροντίσαι, ἀλλὰ καιρὸν οὐκ ἐσχήκατε. ιαʹ—ιγʹ. «Οὐχ ὅτι καθ' ὑστέρησιν λέγω· ἐγὼ γὰρ ἔμαθον, ἐν οἷς εἰμι, αὐτάρκης εἶναι. Οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν, οἶδα καὶ ὑστερεῖσθαι. Ἐν παντὶ καὶ ἐν πᾶσι μεμύημαι, καὶ χορτάζεσθαι καὶ πεινᾷν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι. Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.» Ταῦτα δὲ λέγω οὐ διὰ τὴν ἐμὴν χρείαν· ἐγὼ γὰρ διὰ τὴν θείαν χάριν ἀεὶ διὰ τῶν ἐναντίων ὁδεύων, ἀμφοτέρων πεῖραν ἔλαβον ἱκανὴν, καὶ κόρου καὶ πείνης, καὶ ἐνδείας καὶ εὐπορίας. Ἵνα δὲ μὴ λυπήσῃ ταῦτα γράφων, ὡς περιττοῦ πράγματος γενομένου ἐπήγαγε· ιδʹ. «Πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει.» Ὑμῶν γὰρ τοῦτο κέρδος· κοινωνοὶ γὰρ τῶν ἐμῶν ἐγένεσθε παθημάτων. Εἶτα καὶ ἕτερος ἔπαινος. ιεʹ, ιϛʹ. «Οἴδατε καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ Εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι Ἐκκλησία ἐκοινώνησεν εἰς λόγους δόσεως καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνοι. Ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε.» Ἀξία τῶν ἀνδρῶν ἡ εὐφημία, ἐπειδὴ οὐ παρόντα μόνον ᾐδοῦντο, ἀλλὰ καὶ ἀπόντος ἐπεμελοῦντο, καὶ ἐν τῇ μητροπόλει διάγοντι, καὶ εἰς ἕτερον ἀπάραντι, τὰς χρείας ἔπεμπον φιλοτίμως. Καὶ ἵνα μή τις αὐτὸν ὑπολάβῃ διὰ τὴν σωματικὴν αὐτοὺς ἐπαινεῖν θεραπείαν, ἐπήγαγεν· ιζʹ. «Οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα, ἀλλ' ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν.» Οὐ γὰρ τούτων δέομαι, ἀλλὰ τὸ ὑμέτερον κέρδος περὶ πολλοῦ ποιοῦμαι. Εἶτα αὔξων τὴν θεραπείαν φησίν· ιηʹ. «Ἀπέχω δὲ πάντα καὶ περισσεύω· πεπλήρωμαι δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ' ὑμῶν, ὀσμὴν εὐωδίας, θυσίαν δεκτὴν, εὐάρεστον τῷ Θεῷ.» Ὑμεῖς μὲν γὰρ Ἐπαφροδίτῳ δεδώκατε, Ἐπαφρόδιτος ἐμοὶ, ὁ δὲ Θεὸς δι' ἐμοῦ προσεδέξατο τὴν θυσίαν. Αὔξει δὲ αὐτῶν τὸν ἔπαινον ἡ προσοῦσα πενία· οὐ γὰρ εὐποροῦντες ἔπεμπον, ἀλλ' ἐσχάτῃ πενίᾳ συνεζευγμένοι. Καὶ τοῦτο ἐν τῇ δευτέρᾳ πρὸς Κορινθίους ἐδίδαξε· λέγει δὲ οὕτω· «Καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
