# Interpretatio in xiv epistulas sancti Pauli 82.593

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.593

ὅτι «Οὐ μόνον ὑμῶν, ἀλλὰ καὶ τῶν μηδέπω τεθεαμένων με πολλὴν ἔχω φροντίδα.» Ἐδίδαξε δὲ ἡμᾶς καὶ ὁ τρισμακάριος Λουκᾶς ἐν ταῖς Πράξεσιν, ὡς κατὰ τὸν αὐτὸν καιρὸν διῆλθε τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν. Τῆς δὲ Φρυγίας αἱ Κολασσαί· μητρόπολις δὲ αὐτῆς καὶ γείτων, ἡ Λαοδίκεια. Πῶς τοίνυν οἷόν τε ἦν αὐτὸν ἀφικόμενον εἰς τὴν Φρυγίαν, τὸ θεῖον αὐταῖς μὴ προσενεγκεῖν Εὐαγγέλιον; Οὐδὲ εἴποι τις ἂν, ὡς ὑπὸ τῆς θείας ἐκωλύθησαν χάριτος τοῦτο πρᾶξαι. Περὶ μὲν γὰρ τῆς Ἀσίας καὶ τῆς Βιθυνίας εἶπεν ὁ μακάριος Λουκᾶς κεκωλυκέναι αὐτοὺς τὸ Πνεῦμα τὸ ἅγιον· περὶ δέ γε τῆς Φρυγίας οὐδὲν τοιοῦτον ἔφη. Ἀλλὰ τοῦτο μὲν ὡς βούλεταί τις νοείτω· οὐδὲ γὰρ δογμάτων ποιεῖ διαφορὰν τὸ οὕτως ἢ ἐκείνως εἰπεῖν. Ἡ δὲ ὑπόθεσις τῆς Ἐπιστολῆς ἐστὶν αὕτη· Τινὲς τῶν ἐξ Ἰουδαίων πεπιστευκότων ἐξηπάτησαν, καὶ παρεσκεύασαν τούτους φυλάττειν τοῦ νόμου τὰ περιττά. Γέγραφε τοίνυν ὁ θεῖος Ἀπόστολος, διδάσκων ὡς τῆς σωτηρίας ἡμῖν ὁ Δεσπότης Χριστὸς γεγένηται χορηγός. Δείκνυσι δὲ καὶ τὸ τῆς οἰκονομίας μυστήριον πάντα λογισμὸν ὑπερβαῖνον ἀνθρώπινον, καὶ ὅτι κοινωνοὶ τῆς τοῦ Χριστοῦ βασιλείας ἐσόμεθα, καὶ ὅτι τοῖς τελείοις αἱ νομικαὶ παρατηρήσεις οὐ πρόσφοροι. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. αʹ—γʹ. «Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, τοῖς ἐν Κολασσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ. Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Ἐπειδὴ τοῖς ἐξαπατήσασιν ὑπαχθέντες τὴν νομικὴν ἠσπάσαντο πολιτείαν, ἀτελῆ δὲ τοῦτο πρὸς σωτηρίαν ἐδείκνυ τοῦ Κυρίου τὴν παρουσίαν, ἀναγκαίως ἑαυτοὺς ἀποστόλους Χριστοῦ προσηγόρευσε. Προστέθεικε δὲ, διὰ θελήματος, διδάσκων ὡς καὶ τῷ Θεῷ καὶ Πατρὶ τοῦτο συνδοκεῖ. Πάλιν μέντοι τὴν διὰ πρόθεσιν ἐπὶ τοῦ Πατρὸς τέθεικεν. «Εὐχαριστοῦμεν τῷ Θεῷ καὶ Πατρὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πάντοτε περὶ ὑμῶν προσευχόμενοι, (δʹ.) ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους.» Τελειότητα αὐτοῖς μεμαρτύρηκε πίστει καὶ ἀγάπῃ λάμπειν αὐτοὺς εἰρηκώς· ἡ γὰρ ἀγάπη πάσης ἐντολῆς πρακτικῆς περιεκτική. Σύνηθες δὲ τῷ Ἀποστόλῳ ταῖς εὐφημίαις προλεαίνειν τὰς ἀκοὰς, εἶθ' οὕτω τὴν προσήκουσαν προσφέρειν διδασκαλίαν. Καὶ ἐνταῦθα τοίνυν ἔφη τὸν Θεὸν ἀνυμνεῖν ταῖς προσευχαῖς ἐπὶ τῇ πίστει αὐτῶν τῇ περὶ τὸν Δεσπότην Χριστὸν, καὶ τῇ ἀγάπῃ, ἢν εἰς πάντας τοὺς ὁμοπίστους ἐπιδεικνύμενοι διετέλουν. εʹ. «Διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς.» Ταῦτα δὲ, φησὶ, ποιεῖτε προθύμως, τὴν εὐτρεπισμένην ὑμῖν τῶν οὐρανῶν βασιλείαν διὰ τῶν τῆς πίστεως ὀφθαλμῶν θεωροῦντες.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
