# Interpretatio in xiv epistulas sancti Pauli 82.596

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.596

«Ἢν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ Εὐαγγελίου, (ϛʹ.) τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ.» Ταύτην δὲ ὑμῖν τὸ θεῖον Εὐαγγέλιον ἀπαγγέλλεται· οὐχ ὑμῖν δὲ μόνοις, ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις. Εἶτα δείκνυσι καὶ τοῦ κηρύγματος τὴν ἰσχύν· «Καὶ ἔστι καρποφορούμενον καὶ αὐξανόμενον, καθὼς καὶ ἐν ὑμῖν, ἀφ' ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ Θεοῦ ἐν ἀληθείᾳ.» Καρποφορίαν τοῦ Εὐαγγελίου κέκληκε τὴν πίστιν τῶν ἀκηκοότων καὶ τὴν ἐπαινουμένην πολιτείαν· αὔξησιν δὲ, τῶν πιστευόντων τὸ πλῆθος. ζʹ, ηʹ. «Καθὼς καὶ ἐμάθετε παρὰ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς ἐστι πιστὸς ὑπὲρ ὑμῶν διάκονος τοῦ Χριστοῦ· ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι.» Πολίτης αὐτῶν ὁ ἀξιέπαινος οὗτος ἀνὴρ, ὁ Ἐπαφρᾶς φημι. Εἰς δὲ τὴν Ῥώμην παραγενόμενος, ἐδίδαξε τὸν θεῖον Ἀπόστολον, καὶ τὴν θερμὴν αὐτῶν περὶ τὸν Κύριον πίστιν, καὶ τὴν γενομένην παρά τινος ἐξαπάτην. Πολλοῖς δὲ αὐτὸν ἐκό[ς]μησεν ἐγκωμίοις, ἀγαπητὸν, καὶ σύνδουλον, καὶ πιστὸν τοῦ Χριστοῦ διάκονον ἀποκαλέσας, ἵνα αὐτοῖς πλείονος αἰδοῦς ἀξιώτερος γένηται. Ἔφη δὲ αὐτοὺς παρὰ τούτου μεμαθηκέναι τὸν πανταχοῦ γενόμενον τοῦ κηρύγματος δρόμον, καὶ τῶν ἐν ἑκάστῳ ἔθνει πεπιστευκότων πλῆθος. θʹ. «Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφ' ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι, καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ.» Ταῦτα δὲ περὶ ὑμῶν παρὰ τοῦ ὑμετέρου διδασκάλου μεμαθηκότες, ἀπαύστως τὸν Θεὸν ἱκετεύομεν τελείαν ὑμῖν παρασχεῖν τοῦ οἰκείου θελήματος τὴν ἐπίγνωσιν. Ἐνταῦθα δὲ ᾐνίξατο, ὡς ἀτελῆ ταύτην ἔχουσι ταῖς νομικαῖς ἀκολουθοῦντες παρατηρήσεσιν. «Ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ, (ιʹ.) περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Κυρίου εἰς πᾶσαν ἀρέσκειαν.» Αἰτοῦμεν δὲ τῆς πνευματικῆς ὑμᾶς ἐμπλησθῆναι σοφίας, ἵνα πάντα τὰ ἀρέσκοντα τῷ Θεῷ διαπράττησθε. «Ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες, καὶ αὐξανόμενοι εἰς τὴν ἐπίγνωσιν τοῦ Θεοῦ, (ιαʹ.) ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ, εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρᾶς.» Ἵνα τῶν ἀγαθῶν ἔργων προσφέρητε τῷ Θεῷ τοὺς καρποὺς, καὶ τῆς γνώσεως αὐτοῦ τὴν ἐπίδοσιν ἐπιδείκνυσθε, καὶ τῇ θείᾳ ῥοπῇ κρατυνόμενοι ἑδραῖοι μένητε, μετ' εὐθυμίας φέροντες τῶν ἐναντίων τὰς τρικυμίας. Τὴν γὰρ ὑπομονὴν ἐπὶ τῶν ἐναντίων τέθεικε· ταύτης γὰρ χρῄζομεν ὑπὸ τῶν δυσσεβῶν πολεμούμενοι. ιβʹ. «Εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ, τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί.» Ὑμνοῦμεν δὲ τὸν φιλάνθρωπον Δεσπότην, ὅτι ἡμᾶς ἀναξίους ὄντας κοινωνοὺς ἀπέφηνε τοῦ τῶν ἁγίων φωτός. Πάλιν μέντοι τῷ σχήματι τῆς εὐχαρι-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
