# Interpretatio in xiv epistulas sancti Pauli 82.597

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.597

στίας, τῆς θείας φιλανθρωπίας τὸ ἄῤῥητον, καὶ τῆς περὶ ἡμᾶς οἰκονομίας τὸ μέγεθος δείκνυσιν. ιγʹ. «Ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὑτοῦ.» Ἐξουσίαν σκότους, τοῦ διαβόλου τὴν δυναστείαν ἐκάλεσεν. Υἱὸν δὲ ἀγάπης τὸν Δεσπότην Χριστὸν προσηγόρευσε· διδάσκων ὅτι οὐχ ὡς κτίσμα καὶ δοῦλος, ἀλλ' ὡς Υἱὸς ἀγαπᾶται. Οὐ γὰρ ἀγάπης Υἱὸς, ἀλλ' ἀγαπητὸς Υἱὸς, τουτέστι γνήσιος· οὕτω γὰρ καὶ Ἰσαὰκ ὠνομάζετο. «Λάβε γὰρ, ἔφη, τὸν υἱόν σου τὸν ἀγαπητὸν,» ἀντὶ τοῦ γνήσιον, τὸν τῶν ἄλλων σοι τιμιώτατον. Τοῦ σκότους τοίνυν, φησὶν, ἡμᾶς ἐλευθερώσας, τῆς τοῦ Υἱοῦ βασιλείας ἠξίωσε. Τοῦτο καὶ ἐν τῇ πρὸς Τιμόθεον ἔφη· «Εἰ ὑπομένωμεν, καὶ συμβασιλεύσομεν.» ιδʹ. «Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν.» Οὐ γὰρ ὁ νόμος, ἀλλ' ὁ Δεσπότης Χριστὸς, ὁ τοῦ νόμου νομοθέτης, ταύτην ἡμῖν διὰ τοῦ σωτηρίου βαπτίσματος ἐδωρήσατο. Ταῦτα εἰρηκὼς, καὶ θεολογίας ἅπτεται, καὶ δείκνυσιν αὐτὸν τῶν ἁπάντων δημιουργόν. ιεʹ. «Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου.» Ἐναργεῖς γὰρ φέρει τοῦ γεγεννηκότος τοὺς χαρακτῆρας. Τοῦτό ἐστι τὸ ὑπὸ τοῦ Κυρίου πρὸς τὸν Φίλιππον εἰρημένον· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε καὶ τὸν Πατέρα.» Καὶ Ἀδὰμ δὲ ἐγέννησε κατὰ τὴν εἰκόνα αὑτοῦ, τουτέστι κατὰ πάντα αὐτῷ ἐοικότα. Ἔστι τοίνυν εἰκὼν δηλοῦσα τὸ ὁμοούσιον. Αἱ μὲν γὰρ ἄψυχοι εἰκόνες οὐκ ἔχουσι τὴν οὐσίαν τούτων ὧνπερ εἰκόνες εἰσίν· ἡ δὲ ζῶσα εἰκὼν, καὶ τὸ ἀπαράλλακτον ἔχουσα, τὴν αὐτὴν ἔχει φύσιν τῷ ἀρχετύπῳ. «Πρωτότοκος πάσης κτίσεως.» Εἰ μονογενὴς, πῶς πρωτότοκος; εἰ πρωτότοκος, πῶς μονογενής; Ἀλλὰ μὴν μονογενὴς ἐν τοῖς θείοις Εὐαγγελίοις ὠνόμασται. Πρωτότοκος τοίνυν ἐστὶ τῆς κτίσεως, οὐχ ὡς ἀδελφὴν ἔχων τὴν κτίσιν ἀλλ' ὡς πρὸ πάσης κτίσεως γεννηθείς. Πῶς γὰρ οἷόν τε καὶ ἀδελφὸν εἶναι τῆς κτίσεως καὶ δημιουργόν; Εἰ γὰρ, κατὰ τὸν τῶν αἱρετικῶν λόγον, κτίσμα ἐστὶν, ἀδελφὴν ἔχει τὴν κτίσιν. Οὐχ οἷόν τε δὲ κατὰ ταυτὸν ταύτης αὐτὸν καὶ ἀδελφὸν εἶναι καὶ δημιουργόν· δημιουργὸν δὲ αὐτὸν ἡ θεία καλεῖ Γραφή· εἰ δὲ δημιουργὸς, οὐκ ἄρα καὶ ἀδελφός· εἰ δὲ οὐκ ἀδελφὸς, οὐ κτίσμα. Ἄλλως τε οὐδὲ πρωτόκτιστον αὐτὸν εἶπεν ὁ θεῖος Ἀπόστολος, ἀλλὰ πρωτότοκον, τουτέστι, πρῶτον. Οὕτω καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν· πρῶτος γὰρ ἀνέστη. Οὕτω καὶ Ἐκκλησίαν πρωτοτόκων τὸν τῶν ἁγίων σύλλογον ὁ θεῖος Ἀπόστολος προσηγόρευσεν· οὐκ ἐπειδὴ φύσει πάντες ἔλυσαν πρῶτοι τὰς τῶν μητέρων ὠδῖνας, ἀλλ' ἐπειδὴ πλείων τις ἀφώριστο τοῖς πρωτοτόκοις κατὰ τὸν νό-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
