# Interpretatio in xiv epistulas sancti Pauli 82.600

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.600

μον τιμὴ, τὸ τίμιον αὐτῶν διὰ τῆσδε τῆς προσηγορίας δεδήλωκεν. Ὅτι δὲ ὁ Μονογενὴς οὐ τῆς κτίσεως ἀδελφὸς, ἀλλὰ τῆς κτίσεως ὑπάρχει ποιητὴς, καὶ τὰ ἑξῆς διδάσκει· ιϛʹ. «Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα.» Ποῖα; «Τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα.» Καὶ ἐπειδή ἐστι καὶ ἐν οὐρανοῖς ὁρατὰ, ὡς ὁ ἥλιος, καὶ ἡ σελήνη, καὶ οἱ ἀστέρες, διδάσκει σαφέστερον τίνα καλεῖ οὐράνια, εἴτε ὁρατὰ, εἴτε ἀόρατα. Εἶτα ὡς τῶν ὁρατῶν δήλων ἅπασιν ὄντων, καὶ παρὰ τοῦ θειοτάτου Μωσέως πάντων μεμαθηκότων, ὅτι τούτων ἐστὶ ποιητὴς ὁ Θεὸς, ταῦτα καταλιπὼν, τὸν τῶν ἀοράτων κατάλογον διεξέρχεται. «Εἴτε Θρόνοι, εἴτε Κυριότητες, εἴτε Ἀρχαὶ, εἴτε Ἐξουσίαι· τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται.» Θρόνους ἡγοῦμαι τὰ Χερουβὶμ αὐτὸν λέγειν· τούτοις γὰρ εἶδε τὸν θεῖον ἐπικείμενον θρόνον ὁ προφήτης Ἰεζεκιήλ· Κυριότητας δὲ, καὶ Ἀρχὰς, καὶ Ἐξουσίας, τοὺς τῶν ἐθνῶν πεπιστευμένους τὴν ἐπιμέλειαν. Καὶ γὰρ Μιχαὴλ ἦρχε τῶν Ἰουδαίων, καὶ ὁ μακάριος Δανιὴλ ἄρχοντα λέγει Περσῶν, καὶ ἄρχοντα Ἑλλήνων. Τὸ δὲ, Πάντα δι' αὐτοῦ ἔκτισται, τὴν πρώτην δημιουργίαν δηλοῖ. Τὸ δὲ, εἰς αὐτὸν, τὴν διὰ τῆς ἐνανθρωπήσεως αὐτοῦ γενομένην ἐνέργειαν. «Εἴ τις γὰρ ἐν Χριστῷ, φησὶ, καινὴ κτίσις.» Καὶ πάλιν· «Ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ.» Καὶ ὁ Προφήτης· «Ἔσται ὁ οὐρανὸς καινὸς, καὶ ἡ γῆ καινή.» Καί· «Τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά.» Ἐν ἐλπίσι δὲ ἔχομεν τὴν τούτων μεταβολήν. «Καὶ αὐτὴ γὰρ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.» Ὅτι δὲ ἐνταῦθα τὸ πρωτότοκος ὄνομα τὸ πρῶτον δηλοῖ, τὰ ἑξῆς ἡμᾶς διδάσκει· ιζʹ. «Καὶ αὐτός ἐστι πρὸ πάντων.» Οὐκ εἶπεν, Αὐτὸς ἐγένετο πρὸ πάντων, ἀλλ', Αὐτός ἐστι πρὸ πάντων. «Καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν.» Οὐ γὰρ μόνον ἐστὶν ἁπάντων δημιουργὸς, ἀλλὰ καὶ προμηθεῖται ὧν ἐποίησε, καὶ κυβερνᾷ τὴν κτίσιν, καὶ διὰ τὴν αὐτοῦ σοφίαν καὶ δύναμιν ἕστηκε. ιηʹ. «Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας.» Ἀπὸ τῆς θεολογίας εἰς τὴν οἰκονομίαν μετέβη. Κεφαλὴ γὰρ ἡμῶν κατὰ τὸ ἀνθρώπινον· ὁμοούσιος δὲ ἡ κεφαλὴ τῷ σώματι· οὕτω καὶ αὐτὸς ἡμῖν ὡς ἄνθρωπος ὁμοούσιος. «Ὅς ἐστιν ἀρχή.» Ἀντὶ τοῦ, πρῶτος ἐκ νεκρῶν ἐγήγερται. Τοῦτο γὰρ ἐπάγει· «Πρωτότοκος ἐκ τῶν νεκρῶν.» Πρῶτος

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
