Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.601
Not analysed yet
γὰρ τὰς ὠδῖνας ἔλυσε τοῦ θανάτου. Αἰνίττεται δὲ ὁ λόγος καὶ τὴν πάντων ἡμῶν ἀνάστασιν. «Ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων.» Καὶ γὰρ ὡς Θεὸς, πρὸ πάντων ἐστὶ, καὶ σὺν τῷ Πατρί ἐστι· καὶ ὡς ἄνθρωπος, πρωτότοκος ἐκ τῶν νεκρῶν, καὶ τοῦ σώματος κεφαλή. ιθʹ. «Ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι.» Πλήρωμα τὴν Ἐκκλησίαν ἐν τῇ πρὸς Ἐφεσίους ἐκάλεσεν, ὡς τῶν θείων χαρισμάτων πεπληρωμένων. Ταύτην ἔφη εὐδοκῆσαι τὸν Θεὸν ἐν τῷ Χριστῷ κατοικῆσαι, τουτέστιν αὐτῷ συνῆφθαι, ὑπὸ τὴν αὐτοῦ σκέπην εἶναι, τοῖς αὐτοῦ νόμοις ἀκολουθεῖν. κʹ. «Καὶ δι' αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν.» Λέγει δὲ καὶ τῆς καταλλαγῆς τὸν τρόπον. «Εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ δι' αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς.» Αὐτὸς ἐπραγματεύσατο τὰς ἡμετέρας καταλλαγὰς, τὸ σωτήριον ὑπομείνας πάθος, καὶ τὸ αἷμα ἐκχέας, καὶ τὴν ὑπὲρ ἡμῶν θυσίαν προσενεγκὼν, καὶ συνῆψε τοῖς ἐπιγείοις τὰ ἐπουράνια. Ἀπεστρέφοντο γὰρ ἡμᾶς καὶ τῶν ἀγγέλων οἱ δῆμοι, διὰ τὴν πολλὴν πονηρίαν. Τούτου χάριν καὶ τεχθέντος χορὸν συστησάμενοι τῷ Θεῷ τὸν ὕμνον προσέφερον, λέγοντες· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.» Οὕτω τὰ κοινῇ πᾶσιν παρασχεθέντα διηγησάμενος ἀγαθὰ, πρὸς αὐτοὺς μεταφέρει τὸν λόγον, καί φησι· καʹ, κβʹ. «Καὶ ὑμᾶς ποτε ὄντας ἀπηλλοτριωμένους, καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς. Νυνὶ δὲ ἀποκατήλλαξεν ἐν τῷ σώματι τῆς σαρκὸς αὑτοῦ διὰ τοῦ θανάτου παραστῆσαι ὑμᾶς ἁγίους, καὶ ἀμώμους, καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ.» Ἀπὸ τῶν ὑμετέρων σκοπήσατε τὰ κοινά. Καὶ γὰρ ὑμεῖς πονηρίᾳ καὶ δυσσεβείᾳ συζῶντες, καὶ τοῦ τῆς θεογνωσίας φωτὸς πάμπαν ἐστερημένοι, προσῳκειώθητε τῷ Θεῷ, οὐ τοῦ νόμου τοῦτο ὑμῖν δωρησαμένου τὸ δῶρον, ἀλλὰ τοῦ Δεσπότου Χριστοῦ τὸ ὑμέτερον ἀποδεδωκότος χρέος, καὶ παραδεδωκότος τῷ θανάτῳ τὸ σῶμα· ὥστε ὑμᾶς ἀξιωθέντας τῆς κλήσεως ἁγίους καὶ μώμου παντὸς ἐλευθέρους ἀποφανθῆναι. Εἶτα καὶ αἰνίττεται τὴν γενομένην παρατροπὴν, καὶ δεδίττεται. κγʹ. «Εἴ γε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι, καὶ ἑδραῖοι, καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ Εὐαγγελίου, οὗ ἠκούσατε.» Ἔσεσθε δὲ ἅγιοι, καὶ ἄμωμοι, καὶ ἀνέγκλητοι ἐπιμένοντες οἷς ἐξ ἀρχῆς ἐδιδάχθητε, καὶ τὴν προσενεχθεῖσαν ὑμῖν διδασκαλίαν βεβαίαν φυλάττοντες. Ἐλπίδα δὲ τοῦ Εὐαγγελίου τὴν ἀνάστασιν καλεῖ, καὶ τὴν ζωὴν τὴν ἀθάνατον, καὶ τὴν τῶν οὐρανῶν βασιλείαν. Εἶτα διδάσκει ὡς οὐκ αὐτοῖς μόνοις, ἀλλὰ πᾶσι προσηνέχθη τὸ κήρυγμα τοῖς ἀνθρώποις. «Τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανὸν, οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος.» Αὐτὸς γὰρ τῶν ἐθνῶν ἐπιστεύθη τὴν γεωργίαν. Τοῦτο δὲ οὐκ ἂν εἶπεν, εἴπερ αὐτοὺς ἀληθῶς οὐκ ἐθεάσατο πώποτε. Εἰ γὰρ τῶν ἐθνῶν, φησὶ,