# Interpretatio in xiv epistulas sancti Pauli 82.604

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.604

κεχειροτόνησαι κῆρυξ, τί δήποτε ἡμῶν κατεφρόνησας, καὶ τὴν εὐαγγελικὴν ἡμῖν διδασκαλίαν οὐ προσενήνοχας; Καὶ τὰ ἐπαγόμενα δὲ τῆς αὐτῆς ἔχεται διανοίας. κδʹ. «Νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν.» Πῶς γὰρ εἶχε λόγον, τὸν μὴ τεθεαμένον αὐτοὺς, μηδὲ τὴν πνευματικὴν διδασκαλίαν προσενεγκόντα, διαῤῥήδην λέγειν ὡς ὑπὲρ αὐτῶν τοὺς διαφόρους ὑπομένει κινδύνους; «Καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ Ἐκκλησία.» Καὶ ὁ Δεσπότης Χριστὸς τὸν ὑπὲρ τῆς Ἐκκλησίας κατεδέξατο θάνατον, καὶ τοῦ σταυροῦ τὴν ἀτιμίαν, καὶ τὰς ἐπὶ κόῤῥης πληγὰς, καὶ τὰς κατὰ τοῦ νώτου μάστιγας, καὶ τὰ ἄλλα ὅσα ὑπέμεινε· καὶ ὁ θεῖος Ἀπόστολος ὡσαύτως ὑπὲρ αὐτῆς ὑπέστη τὰ ποικίλα παθήματα, καὶ μεθ' ἡδονῆς ὑπέστη. Χαίρω γὰρ, φησὶν, ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν. ᾜδει γὰρ τὴν πραγματευομένην ἐντεῦθεν ζωήν. Ἀνταναπληροῦν δὲ ἔφη τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ, ὡς τὸ λειπόμενον πληρῶν, καὶ τῶν ὑπὲρ τούτου παθημάτων ἀνεχόμενος. Ἐλείπετο δὲ τὸ κηρύξαι τοῖς ἔθνεσι, καὶ δεῖξαι τῆς σωτηρίας τὸν μεγαλόδωρον χορηγόν. κεʹ. «Ἧς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς, πληρῶσαι τὸν λόγον τοῦ Θεοῦ.» Τῆς Ἐκκλησίας ἐνεπιστεύθην τὴν σωτηρίαν, καὶ τὴν τοῦ κηρύγματος ἐνεχειρίσθην διακονίαν, ὥστε πάντας ὑμᾶς τῆς θείας ἐμπλῆσαι διδασκαλίας. Τὸ γὰρ, ὑμᾶς, οὐκ αὐτοὺς λέγει μόνους, ἀλλὰ τοὺς κατὰ τὴν οἰκουμένην πιστούς. Δῆλον τοίνυν κἀντεῦθεν, ὡς θεασάμενος αὐτοὺς ἔγραψε τὴν Ἐπιστολήν· εἰ γὰρ καὶ αὐτοὺς ἐνεχειρίσθη, οὐκ ἂν αὐτοὺς παρέδραμεν, εἰς τὴν Φρυγίαν παραγενόμενος, καὶ μετὰ τοῦτο Λαοδικέας τοὺς τοῦ ἔθνους ἄρχοντας. Διδάσκει δὲ καὶ τίς ὁ τῆς οἰκονομίας τρόπος. κϛʹ, κζʹ. «Τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων, καὶ ἀπὸ τῶν γενεῶν, νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέλησεν ὁ Θεὸς γνωρίσαι.» Μυστήριον ἐκάλεσε τῆς οἰκονομίας τὸ κήρυγμα, ὡς παρὰ πάντων ἀγνοούμενον πάλαι, μόνῳ δὲ τῷ Θεῷ γινωσκόμενον. Τοῦτο δὲ, φησὶν, ὃ ἐν ταῖς προτέραις ἀπεκρύπτετο γενεαῖς, νῦν ἐφανέρωσεν οἷς ἠβουλήθη ἁγίοις, τουτέστι τοῖς ἀποστόλοις, καὶ τοῖς διὰ τούτων πεπιστευκόσι, Δείκνυσι δὲ διὰ τούτων τοῦ Εὐαγγελίου τὴν ἀρχαιότητα, καὶ ὅτι πρὸ τοῦ νόμου, καὶ πρὸ τῆς τοῦ κόσμου συστάσεως, ταύτην ὁ τῶν ὅλων Θεὸς τὴν οἰκονομίαν προώρισεν. Ἐγνώρισε δὲ ἡμῖν, φησὶ, τοῖς ἁγίοις, «Τίς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν.» Ὅτι τὰ ἔθνη ἐν σκότῳ καθήμενα, τὸν τῆς θεογνωσίας ἐδέξατο πλοῦτον, καὶ τῷ Χριστῷ κοινωνήσει τῆς δόξης. Πλοῦτον γὰρ δόξης τὴν φιλοτιμίαν τῆς δόξης ἐκάλεσε. Τοῦτο δὲ καὶ τὰ ἐπαγόμενα δηλοῖ·

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
