# Interpretatio in xiv epistulas sancti Pauli 82.612

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.612

δὲ τούτου δείκνυσιν, ὡς ἡ τοῦ σώματος περιτομὴ οὐδὲν τοὺς περιτεμνομένους ὀνίνησιν· ἡ δὲ τῆς πονηρίας ἀφαίρεσις, τὴν ἀληθῆ πραγματεύεται σωτηρίαν. ιδʹ. «Ἐξαλείψας τὸ καθ' ἡμῶν χειρόγραφον τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρεν ἐκ τοῦ μέσου, προσηλώσας αὐτὸ τῷ σταυρῷ.» Χειρόγραφον τινὲς τὸν νόμον ἔφασαν· μετὰ γὰρ τὴν τούτου ἀρὰν, «Εἶπε, φησὶν, ὁ λαός· Πάντα ὅσα εἶπε Κύριος ὁ Θεὸς ἡμῶν ποιήσομεν, καὶ ἀκουσόμεθα.» Ἀλλὰ τῶν Ἰουδαίων χειρόγραφον ἦν, οὐ πάντων ἀνθρώπων. Ἡγοῦμαι τοίνυν καὶ τὸ σῶμα ἡμῶν καλεῖσθαι χειρόγραφον. Διὰ τούτου γὰρ πᾶσαν παράνομον τολμῶμεν πρᾶξιν· διὰ μὲν τῶν ὀφθαλμῶν ἀκολάστως ὁρῶντες, διὰ δὲ τῆς γλώττης φθεγγόμενοι τὰ μὴ δέοντα, διὰ δὲ τῶν ἀκοῶν βλαβερὰν διδασκαλίαν δεχόμενοι, ταῖς δὲ χερσὶ κλοπὴν, καὶ πλεονεξίαν, καὶ μιαιφονίαν τολμῶντες. Ὁ τοίνυν Θεὸς Λόγος, τὴν ἡμετέραν φύσιν ἀναλαβὼν, πάσης αὐτὴν ἁμαρτίας ἐλευθέραν ἐφύλαξε, καὶ ἐξήλειψε τὰ κακῶς ὑφ' ἡμῶν ἐν αὐτῇ γενόμενα τῶν ὀφλημάτων γράμματα. Ταύτην δὲ συγχωρήσας τῷ σταυρῷ προσηλωθῆναι, τὸ πάντων ἡμῶν ἐξέτισε χρέος· καὶ τὸν νόμον πεπληρωκὼς, ἐκεῖνον μὲν ἔπαυσεν, ὡς Ἰουδαίοις μὲν πάλαι μόνοις γενόμενον χρήσιμον, ἡμῖν δὲ οὐδαμῶς ἐπιτήδειον. Ἔδωκε δὲ ἡμῖν τὰ εὐαγγελικὰ δόγματα, ἐν τῇ τούτων φυλακῇ τὴν σωτηρίαν ἡμῖν ἐπαγγειλάμενος. ιεʹ. «Ἀπεκδυσάμενος τὰς ἀρχὰς, καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παῤῥησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὑτῷ.» Ἐπειδὴ γὰρ διὰ τῶν τοῦ σώματος παθῶν εἶχον καθ' ἡμῶν τὴν δυναστείαν οἱ δαίμονες, αὐτὸς δὲ σῶμα περικείμενος κρείττων ἁμαρτίας ἐγένετο· κατέλυσε τῶν ἐναντίων τὴν δυναστείαν, καὶ δήλην αὐτῶν ἅπασιν ἀνθρώποις τὴν ἀσθένειαν ἔδειξε, διὰ τοῦ οἰκείου σώματος πᾶσιν ἡμῖν τὴν κατ' αὐτῶν χαρισάμενος νίκην. ιϛʹ, ιζʹ. «Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει, ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς, ἢ Νουμηνίας, ἢ Σαββάτων, ἅ ἐστι σκιὰ τῶν μελλόντων.» Πεπαῦσθαι τοίνυν μεμαθηκότες τὸν νόμον, μηδαμῶς ὑπάγεσθε τοῖς τὰς νομικὰς παρατηρήσεις ἐν ὑμῖν παρασπείρειν ἐπιχειροῦσι. Καλῶς δὲ προστέθεικε καὶ τὸ, ἐν μέρει ἑορτῆς· οὐδὲ γὰρ ἠδύναντο ταύτας πληροῦν. Πῶς γὰρ οἷόν τε ἦν τρὶς τοῦ ἔτους ἀπὸ τῆς Φρυγίας εἰς τὴν Ἰουδαίαν τρέχειν, ἵν' ἐν τοῖς Ἱεροσολύμοις ἐπιτελέσωσι κατὰ τὸν νόμον τὰς ἑορτὰς, καὶ μάλιστα τῆς Πεντηκοστῆς πελαζούσης τῷ Πάσχᾳ· Πλειόνων γάρ ἐστιν ἢ πεντήκοντα ἡμερῶν ὁδός. Σκιὰν δὲ τῶν μελλόντων τὸν νόμον ἐκάλεσε, διδάσκων ὡς ἐκείνῳ προετυπώθη τῆς Καινῆς Διαθήκης ἡ χάρις. Τοῦτο δὲ καὶ ἐπήγαγε· «Τὸ δὲ σῶμα Χριστοῦ.» Τουτέστιν ἡ εὐαγγελικὴ πολιτεία σώματος ἐπέχει τάξιν, ὁ δὲ νόμος σκιᾶς. Προλαμβάνει δὲ ἡ σκιὰ τὸ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
