# Interpretatio in xiv epistulas sancti Pauli 82.613

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.613

σῶμα, ἀνίσχοντος τοῦ φωτός· ὡς εἶναι σκιὰν μὲν τὸν νόμον, σῶμα δὲ τὴν χάριν, φῶς δὲ τὸν Δεσπότην Χριστόν. ιηʹ. «Μηδεὶς ὑμᾶς καταβραβευέτω.» Βραβευτὰς καλοῦσι τοὺς τῶν ἀγωνιζομένων κριτάς· οὗτοι γὰρ τοῖς νικῶσι τῆς νίκης τὴν ψῆφον ὀρέγουσι. Καταβραβεύειν δέ ἐστι, τὸ ἀδίκως βραβεύειν. Ἐπειδὴ τοίνυν καὶ οἱ τὰς νομικὰς παρατηρήσεις τῷ Εὐαγγελίῳ παραμιγνύντες ἀπὸ τῶν κρειττόνων αὐτοὺς ἐπὶ τὰ ἐλάττω μετέφερον, εἰκότως ἔφη· Μηδεὶς ὑμᾶς καταβραβευέτω. Εἶτα διδάσκει τὴν γενομένην βλάβην σαφέστερον. «Θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ μὴ ἑώρακεν ἐμβατεύων, εἰκῆ φυσιούμενος ἀπὸ τοῦ νοὸς τῆς σαρκὸς αὑτοῦ.» Οἱ τῷ νόμῳ συνηγοροῦντες, καὶ τοὺς ἀγγέλους σέβειν αὐτοῖς εἰσηγοῦντο, διὰ τούτων λέγοντες δεδόσθαι τὸν νόμον. Ἔμεινε δὲ τοῦτο τὸ πάθος ἐν τῇ Φρυγίᾳ καὶ Πισιδίᾳ μέχρι πολλοῦ. Οὗ δὴ χάριν καὶ συνελθοῦσα σύνοδος ἐν Λαοδικείᾳ τῆς Φρυγίας, νόμῳ κεκώλυκε τὸ τοῖς ἀγγέλοις προσεύχεσθαι· καὶ μέχρι δὲ τοῦ νῦν εὐκτήρια τοῦ ἁγίου Μιχαὴλ παρ' ἐκείνοις καὶ τοῖς ὁμόροις ἐκείνων ἔστιν ἰδεῖν. Τοῦτο τοίνυν συνεβούλευον ἐκεῖνοι γίνεσθαι, ταπεινοφροσύνῃ δῆθεν κεχρημένοι, καὶ λέγοντες ὡς ἀόρατος ὁ τῶν ὅλων Θεὸς, ἀνέφικτός τε καὶ ἀκατάληπτος, καὶ προσήκει διὰ τῶν ἀγγέλων τὴν θείαν εὐμένειαν πραγματεύεσθαι. Τοῦτο λέγει, ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων. Τὸ δέ γε, φυσιούμενος, τῇ ταπεινοφροσύνῃ ἐναντίον οὐκ ἔστι· τὴν μὲν γὰρ ἐσκήπτοντο, τοῦ δὲ τύφου τὸ πάθος ἀκριβῶς περιέκειντο. Τὸ δὲ, ἃ μὴ ἑώρακεν ἐμβατεύων, ἀντὶ τοῦ, λογισμοῖς οἰκείοις χρώμενος. Τοῦτο γὰρ ἐπήγαγεν· «Εἰκῆ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὑτοῦ. (ιθʹ.) «Καὶ οὐ κρατῶν τὴν κεφαλὴν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ.» Πάλιν κεφαλὴν ὠνόμασε τὸν Δεσπότην Χριστὸν, σῶμα δὲ τῆς Ἐκκλησίας τὸ σύστημα. Μεταφορικῶς δὲ ἅπαν τέθεικεν. Ὥσπερ γὰρ ἐπὶ τοῦ σώματος ῥίζα τῶν νεύρων ἐστὶν ὁ ἐγκέφαλος, διὰ δὲ τῶν νεύρων ἔχει τὰς αἰσθήσεις τὸ σῶμα· οὕτω παρὰ τοῦ Δεσπότου Χριστοῦ, καὶ τὰς τῆς διδασκαλίας πηγὰς, καὶ τῆς σωτηρίας τὰς ἀφορμὰς δέχεται τῆς Ἐκκλησίας τὸ σῶμα. Ὅπερ δέ εἰσιν ἐν τῷ σώματι σύνδεσμοι, τοῦτο ἀπόστολοι, καὶ προφῆται, καὶ διδάσκαλοι ἐν τῷ τῆς Ἐκκλησίας συστήματι. Εἶτα καὶ ἑτέρωθεν ἀποδείκνυσιν οὐδαμῶς αὐτοῖς προσήκουσαν τοῦ νόμου τὴν φυλακήν. κʹ—κβʹ. «Εἰ οὖν ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε; Μὴ ἅψῃ, μηδὲ γεύσῃ, μηδὲ θίγῃς, ἅ ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων.» Ἐν τῷ βαπτίσματι συνετάφητε τῷ Χριστῷ, νεκροὶ τῷ νόμῳ γεγένησθε· πῶς τοίνυν τῶν ταῦτα διδασκόντων ἀνέχεσθε, καὶ νομίζετε τινὰ μὲν τῶν ἐδεσμάτων ἔννομα, τινὰ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
