# Interpretatio in xiv epistulas sancti Pauli 82.616

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.616

δὲ παράνομα, καὶ οὐ σκοπεῖτε ὡς νόμιμον τούτων οὐδέν; Εἰς κόπρον γὰρ ἅπαντα μεταβάλλεται. Ἐντάλματα δὲ καὶ διδασκαλίας οὐ τὸν νόμον ἐκάλεσεν, ἀλλὰ τὴν ἄκαιρον τούτων διδασκαλίαν. κγʹ. «Ἅτινά ἐστι λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκείᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδείᾳ σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός.» Ἔδειξε σχῆμα περικειμένους, οὐκ ἀλήθειαν. Ἡ γὰρ ἐθελοθρησκεία τοῦτο αἰνίττεται, ἀντὶ τοῦ, Ἴδιον εἰσφέρουσι δόγμα, οὐκ ἀκολουθοῦσι τῷ τοῦ νόμου σκοπῷ· καὶ τῇ κομψείᾳ τῶν λόγων ἐξαπατῶσι, καὶ ταπεινοφροσύνην καλοῦσι τοῦ νόμου τὴν φυλακὴν, λέγοντες μὴ δεῖν παραβαίνειν τὸν ὑπὸ τοῦ Θεοῦ δεδομένον, καὶ ἀφείδειαν σώματος τὸ μὴ πάντων ἔχειν ἀδεῶς τὴν ἀπόλαυσιν. Τοῦτο δὲ προφανὴς δουλεία, καὶ τῆς τιμῆς τῆς δεδομένης ἀφαίρεσις. Γνώμῃ γὰρ ἀπέχεσθαι δεῖ, οὐχ ὡς βδελυκτῶν, ἀλλ' ὡς ἡδίστων. ΚΕΦΑΛΑΙΟΝ Γʹ. αʹ, βʹ. «Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος. Τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς.» Ἐκοινωνήσατε τῷ Χριστῷ τῆς ἀναστάσεως. Πάντων δὲ οὗτος ὑπέρτατος ἐν τοῖς οὐρανίοις τῷ Πατρὶ συνεδρεύων. Τὴν ἄνω τοίνυν πολιτείαν μιμεῖσθε. γʹ, δʹ. «Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.» Νεκροὶ γεγένησθε τῷ παρόντι βίῳ· συνετάφητε γὰρ ἐν τῷ βαπτίσματι τῷ Χριστῷ, ἐδέξασθε δὲ τὴν ἐλπίδα τῆς ἀναστάσεως. Τοῦτο γὰρ λέγει, Ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ἐκείνου γὰρ ἀναστάντος, πάντες ἠγέρθημεν. Ἀλλ' οὐδέπω ὁρῶμεν τῶν πραγμάτων τὴν ἔκβασιν· κέκρυπται δὲ ἐν αὐτῷ τῆς ἡμετέρας ἀναστάσεως τὸ μυστήριον. Ὅταν τοίνυν ἐπιφανῇ τὸ δεύτερον, τηνικαῦτα τευξόμεθα τῆς ἀναστάσεως, καὶ ἀπολαυσόμεθα τῆς ἀθανάτου ζωῆς. Ἄγαν δὲ ἁρμοδίως καὶ ἐπὶ τοῦ Χριστοῦ, φανερωθῇ, εἴρηκεν. Οὔτε γὰρ ὑφ' ὑμῶν ὁρᾶται, καὶ ὑπὸ τῶν ἀπίστων παντελῶς ἀγνοεῖται. Τοῦτο δὲ καὶ ἐφ' ἡμῶν τέθεικε· Φανερωθήσεσθε, φησὶν, ἐν δόξῃ. Ἐν ἐλπίσι γὰρ ἔχομεν τὰς ἐπαγγελίας τῶν ἀγαθῶν· τότε δῆλα ἔσται τὰ νῦν ἀγνοούμενα. Ἐπειδὴ δὲ τὰς νομικὰς παρατηρήσεις ἐξέβαλεν, ἵνα μὴ νομίσωσιν ἄδειαν ἔχειν τοῦ ἁμαρτάνειν, ἀναγκαίως καὶ περὶ τούτου σοφῶς ὑποτίθεται τὰ προσήκοντα. εʹ. «Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία.» Μέλη ταῦτα τοῦ σώματος προσηγόρευσεν, ἐπειδὴ διὰ τού-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
