# Interpretatio in xiv epistulas sancti Pauli 82.617

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.617

του ἐνεργεῖται ταῦτα. Τούτου χάριν ἐχρήσατο τῷ διορισμῷ καὶ οὐκ εἶπε, τὰ μέλη ὑμῶν, ἀλλὰ προστέθεικε τὰ ἐπὶ τῆς γῆς, τουτέστι τὴν ἐπὶ τὰ χείρω τοῦ φρονήματος ῥοπήν· ἀντὶ τοῦ, Μηκέτι τὸ σῶμα ἐνεργείτω τὴν ἁμαρτίαν. Τὴν μέντοι πλεονεξίαν εἰδωλολατρείαν ἐκάλεσεν, ἐπειδὴ τὸν μαμμωνᾶ κύριον ὁ Σωτὴρ προσηγόρευσε, διδάσκων ὡς ὁ τῷ πάθει τῆς πλεονεξίας δουλεύων, ὡς Θεὸν τὸν πλοῦτον τιμᾷ. ϛʹ. «Δι' ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.» Ἀναγκαίως καὶ τὴν ἀπειλὴν τῆς τιμωρίας προστέθεικεν. ζʹ. «Ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς.» Οὕτω καὶ Κορινθίοις ἐπιστέλλων εἴρηκε· «Καὶ ταῦτά τινες ἦτε, ἀλλ' ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε, ἀλλ' ἐδικαιώθητε,» καὶ τὰ ἑξῆς. ηʹ. «Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα.» Εἶτα λέγει ποῖα ταῦτα. «Ὀργὴν, θυμὸν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν. (θʹ.) Μὴ ψεύδεσθε εἰς ἀλλήλους.» Οὕτω διδάξας τίνα ἐκάλεσε τοῦ σώματος μέλη, δείκνυσι καὶ αὐτὸ τὸ σῶμα, οὗ ταῦτα τὰ μέλη. «Ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ.» Παλαιὸν ἄνθρωπον τὴν προτέραν ἐκάλεσε πολιτείαν. Ἐν οἷς γὰρ, φησὶ, καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς. Τοῦτον δὲ ἀπεκδύσασθε ἐν τῷ βαπτίσματι. ιʹ. «Καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν.» Ἄνωθεν γὰρ ἡμᾶς ἐδημιούργησεν ὁ τῶν ὅλων Θεὸς, καὶ τοὺς τῆς θείας εἰκόνος χαρακτῆρας, οὓς ἡ ἁμαρτία διέφθειρεν, ἀκριβέστερον ἐν ἡμῖν ἐξετύπωσε. Τοῦτο καὶ ἐν τῇ πρὸς Ῥωμαίους ἔφη· «Οὓς προέγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὑτοῦ.» Καὶ ἐν τῇ πρὸς Φιλιππησίους· «Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὑτοῦ.» ιαʹ. «Ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος· ἀλλὰ τὰ πάντα, καὶ ἐν πᾶσι Χριστός.» Ἀπὸ τοῦ τύπου εἰς τὸν ἀρχέτυπον τὸν λόγον μετήνεγκε. Περὶ γὰρ τοῦ παναγίου βαπτίσματος διαλεγόμενος, τοῦ μέλλοντος βίου τὴν πολιτείαν ἡμᾶς διδάσκει. Οὐδεμίαν γὰρ ἐκεῖνος τοιαύτην ἔχει διαφοράν· ἀλλὰ, τῆς ἁμαρτίας πεπαυμένης, τὸ βούλημα τὸ θεῖον ἐν ἅπασιν ἐκτελεῖται. Τοῦτο γὰρ εἶπε, τὰ πάντα καὶ ἐν πᾶσι Χριστός. Οὕτω καὶ ἐν τῇ πρὸς Κορινθίους· «Ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν.»

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
