# Interpretatio in xiv epistulas sancti Pauli 82.620

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.620

Ἐν ἐκείνῳ τοίνυν τῷ βίῳ τὸν νέον ἀκριβῶς ἄνθρωπον ἐνδυόμεθα. Ἐν ἐκείνῳ γὰρ τῆς φθορᾶς ἀπαλλαττόμεθα, καὶ τὴν ἀφθαρσίαν ἀμφιεννύμεθα. Ἐν δὲ τῷ βαπτίσματι τὸν ἐκείνου τοῦ βίου τύπον ἀποπληροῦμεν. ιβʹ, ιγʹ. «Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμῶν, χρηστότητα, ταπεινοφροσύνην, πραότητα, μακροθυμίαν. Ἀνεχόμενοι ἀλλήλων, καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν.» Εἶτα ἀπὸ τοῦ παραδείγματος τὴν παραίνεσιν βεβαιοῖ. «Καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ἡμῖν· οὕτω καὶ ὑμεῖς.» Ἀποβλέψατε εἰς τὴν τοῦ Δεσπότου φιλανθρωπίαν, πόσων ὑμῖν ἁμαρτημάτων ἄφεσιν ἐδωρήσατο. Μιμεῖσθε τοίνυν τὸν Δεσπότην, καὶ συγχωρεῖτε ἕκαστος τὰ εἰς αὐτὸν ὑπὸ τοῦ ἀδελφοῦ πλημμελούμενα. ιδʹ. «Ἐπὶ πᾶσιν δὲ τούτοις τὴν ἀγάπην, ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος. Αὕτη γὰρ καὶ τῶν ἄλλων ἐστὶν ἐντολῶν καὶ φύλαξ καὶ συνεργός· καὶ ὥσπερ αἱ ἱμαντίαι τὰς οἰκοδομίας συνέχουσιν, οὕτως αὕτη τὴν τελειότητα προξενεῖ, καὶ συνάπτει τὰ μέλη τοῦ σώματος. ιεʹ. «Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι.» Ἓν σῶμα ἐκ πάντων ὑμῶν ὁ καλέσας ὑμᾶς Θεὸς συνεστήσατο· μὴ τοίνυν τοῦτο μερίζετε· ἀλλὰ κἄν τις λυπηροῦ τινος παρά τινος πειρασθῇ, ἐχέτω τὴν εἰρήνην ἐν τῇ καρδίᾳ, ἀγωνοθετοῦσάν τε καὶ βραβεύουσαν, καὶ τὴν Θεῷ φίλην πραγματευομένην ὁμόνοιαν. «Καὶ εὐχάριστοι γίνεσθε.» Δι' αὐτῶν τῶν πραγμάτων ὁμολογεῖτε τῷ Δεσπότῃ τὰς χάριτας. ιϛʹ. «Ὁ λόγος τοῦ Θεοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως, ἐν πάσῃ σοφίᾳ διδάσκοντες, καὶ νουθετοῦντες ἑαυτοὺς, ψαλμοῖς, καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικοῖς ἐν τῇ χάριτι ᾄδοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ» Τὴν διηνεκῆ τῶν θείων λογίων μελέτην καὶ ὁ παλαιὸς νόμος παρεγγυᾷ. «Μελετήσεις γὰρ, φησὶν, ἐν αὐτοῖς καθήμενος, καὶ διανιστάμενος, καὶ κοιταζόμενος, καὶ πορευόμενος ἐν ὁδῷ.» Τοῦτο παρακελεύεται καὶ ὁ θεῖος Ἀπόστολος, ὥστε ἡμᾶς τὴν τοῦ Χριστοῦ διδασκαλίαν ἐν τῇ ψυχῇ περιφέρειν ἀεὶ, ὑμνεῖν τε αὐτὸν, καὶ ταῖς πνευματικαῖς ᾠδαῖς ἁγιάζειν τὴν γλῶτταν. Τὸ δὲ ἐν ταῖς καρδίαις, ἀντὶ τοῦ, μὴ μόνον τῷ στόματι. ιζʹ. «Καὶ πᾶν ὅ τι ἂν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι Κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ δι' αὐτοῦ.» Ἐπειδὴ γὰρ ἐκεῖνοι τοὺς ἀγγέλους σέβειν ἐκέλευον, αὐτὸς τὸ ἐναντίον παρεγγυᾷ, ὥστε καὶ τοὺς λόγους, καὶ τὰ ἔργα κοσμῆσαι τῇ μνήμῃ τοῦ Δεσπότου Χριστοῦ· Καὶ τῷ Θεῷ δὲ καὶ Πατρὶ τὴν εὐχαριστίαν δι' αὐτοῦ, φησὶν, ἀναπέμπετε, μὴ διὰ τῶν ἀγγέλων. Τούτῳ ἑπομένη τῷ νόμῳ καὶ ἡ ἐν Λαοδικείᾳ σύνοδος, καὶ τὸ παλαιὸν ἐκεῖνο πάθος θεραπεῦσαι βουλομένη, ἐνομοθέτησε μὴ εὔχεσθαι ἀγγέλοις, μηδὲ καταλιμπάνειν τὸν Κύριον ἡμῶν

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
