# Interpretatio in xiv epistulas sancti Pauli 82.621

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.621

Ἰησοῦν Χριστόν. Ἐντεῦθεν λοιπὸν κατ' εἶδος τὰς παραινέσεις προσφέρει. ιηʹ. «Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἰδίοις ἀνδράσιν, ὡς ἀνῆκεν, ἐν Κυρίῳ.» Ἐπειδὴ συνέβαινε δυσσεβέσιν ἀνδράσι συνῆφθαι τὰς εὐσεβεῖς, ἀναγκαίως τὸν διορισμὸν τέθεικεν. Ἐν Κυρίῳ γὰρ εἶπεν, ἀντὶ τοῦ, ὡς ὁ τοῦ Κυρίου παρακελεύεται νόμος. ιθʹ. «Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς.» Ταῖς γυναιξὶ τὴν ὑποταγὴν, τοῖς ἀνδράσι τὴν ἀγάπην ἐνομοθέτησεν, ἡμέρως αὐταῖς προσφέρεσθαι, καὶ ὡς μέλεσιν οἰκείοις παρεγγυήσας. κʹ. «Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα· τοῦτο γάρ ἐστιν εὐάρεστον ἐν Κυρίῳ.» Τοῦτο γὰρ καὶ νομοθετῶν προσέταξεν ὁ Θεός. καʹ. «Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσι.» Προσήκει δὲ καὶ ὑμᾶς μὴ λυπεῖν τὰ τέκνα, ἀλλὰ τὴν προσήκουσαν αὐτοῖς θεραπείαν προσφέρειν. κβʹ. «Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις.» Ἔδειξε τὴν ψυχὴν ἐλευθέραν, τὸ σῶμα δὲ μόνον ὑποκείμενον τῇ δουλείᾳ. «Μὴ ἐν ὀφθαλμοδουλείαις, ὡς ἀνθρωπάρεσκοι. ἀλλ' ἐν ἁπλότητι τῆς καρδίας, φοβούμενοι τὸν Θεόν.» Μετὰ τῆς προσηκούσης εὐνοίας θεραπεύετε τοὺς δεσπότας, πάσης κακοηθείας ἀπηλλαγμένοι. Καὶ ἑρμηνεύων τὸ, μὴ κατ' ὀφθαλμοδουλείαν, ἐπήγαγε· κγʹ. «Καὶ πᾶν ὅ τι ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε.» Καὶ προθυμοτέρους ποιῆσαι βουλόμενος προστέθεικεν· «Ὡς τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώποις.» Ἀπόκειται γὰρ ὑμῖν ὑπὲρ τούτου μισθός. Καὶ τοῦτο δηλοῖ τὰ ἑξῆς. κδʹ. «Εἰδότες ὅτι ἀπὸ Κυρίου λήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας ὑμῶν. Τῷ γὰρ Κυρίῳ Χριστῷ δουλεύετε.» Ἱκανὴ ψυχαγωγία, τὸ τοὺς δουλεύοντας εἰδέναι, ὡς οὐκ ἀνθρώποις, ἀλλὰ τῷ Κυρίῳ δουλεύουσι. Καὶ ἐπειδὴ συμβαίνει ἀδίκους εἶναι δεσπότας, ἀναγκαίως προστέθεικεν· κεʹ. «Ὁ δὲ ἀδικῶν κομίσεται ὃ ἠδίκησε, καὶ οὐκ ἔστι προσωποληψία.» Ὥστε, φησὶ, κἂν μὴ τύχητε ἀγαθῶν ἀντιδόσεων παρὰ τῶν δεσποτῶν, ἔστι δικαιοκρίτης ὃς οὐκ οἶδε δούλου καὶ δεσπότου διαφορὰν, ἀλλὰ δικαίαν εἰσφέρει τὴν ψῆφον. ΚΕΦΑΛΑΙΟΝ Δʹ. αʹ. «Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε Κύριον ἐν οὐρανοῖς.» Ἰσότητα οὐ τὴν ἰσοτιμίαν ἐκάλεσεν, ἀλλὰ τὴν προσήκουσαν ἐπιμέλειαν, ἧς παρὰ τῶν δεσποτῶν ἀπολαύειν χρὴ τοὺς οἰκέτας. βʹ. «Τῇ προσευχῇ προσκαρτερεῖτε γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ.» Δεῖ γὰρ ὑπὲρ τῶν δεδομένων εὐχαριστεῖν πρότερον, καὶ τηνικαῦτα τὴν ἱκετείαν προσφέρειν. γʹ. «Προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
