# Interpretatio in xiv epistulas sancti Pauli 82.624

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.624

Θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ.» Τὴν συνήθη μὲν ταπεινοφροσύνην ἔδειξε· διδάσκει δὲ καὶ ἡμᾶς, μὴ ἑαυτοῖς θαῤῥεῖν, ἀλλὰ τὴν παρ' ἀλλήλων ἐπικουρίαν ζητεῖν. «Δι' ὃ καὶ δέδεμαι, (δʹ.) ἵνα φανερώσω αὐτὸ, ὡς δεῖ με λαλῆσαι.» Ἔδειξε τῶν δεσμῶν τὴν αἰτίαν. Ταῦτα γὰρ, φησὶ, ποιεῖ τὸ κήρυγμα φανερώτερον. Οὕτω καὶ ἐν τῇ πρὸς Φιλιππησίους ἔφη· «Ὥστε τοὺς δεσμούς μου φανεροὺς γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ, καὶ τοῖς λοιποῖς πᾶσιν.» εʹ. «Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω.» Τουτέστι, τοὺς μηδέπω πεπιστευκότας. Μηδεμίαν, φησὶν, αὐτοῖς πρόφασιν δίδοτε βλάβης· πάντα ὑπὲρ τῆς αὐτῶν μηχανᾶσθε σωτηρίας. «Τὸν καιρὸν ἐξαγοραζόμενοι.» Οὐκ ἔστιν ὑμέτερος ὁ παρὼν αἰών· χρήσασθε τοίνυν αὐτῷ εἰς δέον, καὶ οἰκεῖον ποιήσασθε, διὰ τῶν ἀγαθῶν αὐτὸν ὠνούμενοι πράξεων. ϛʹ. «Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι ἅλατι ἠρτυμένος.» Τῇ πνευματικῇ συνέσει κοσμεῖσθε. Οὕτω καὶ ὁ Κύριος τοῖς ἀποστόλοις ἅλας ἔχειν προσέταξε, καὶ ἅλας αὐτοὺς προσηγόρευσε. Διδάσκει δὲ καὶ τούτου τὸν τρόπον. «Εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.» Ἄλλως γὰρ τῷ ἀπίστῳ, καὶ ἄλλως τῷ πιστῷ, καὶ ἄλλως τῷ τελείῳ, καὶ ἄλλως τῷ ἀτελεῖ, καὶ ἑτέρως τῷ ἀσθενεῖ, καὶ ἄλλως τῷ ὑγιαίνοντι προσφέρειν τὴν διδασκαλίαν προσήκει. ζʹ—θʹ. «Τὰ κατ' ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς, ὁ ἀγαπητὸς ἀδελφὸς, καὶ πιστὸς διάκονος, καὶ σύνδουλος ἐν Κυρίῳ· ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν, σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωριοῦσι τὰ ὧδε.» Ὁ Ὀνήσιμος τοῦ Φιλήμονος ἦν οἰκέτης. Τοῦτον ἐν τῷ δεσμωτηρίῳ κατηχήσας ὁ θεῖος Ἀπόστολος, ἔπεμψε τῷ δεσπότῃ· ἐπειδὴ γράφων εἶπεν, ὡς ἐβουλήθη μὲν αὐτὸν κατασχεῖν, παρὰ δὲ τὴν ἐκείνου γνώμην τοῦτο οὐκ ἠθέλησε πρᾶξαι. Ἀπέστειλεν, ὡς εἰκὸς, ὁ Φιλήμων· ἀλλὰ τοῦτον σὺν τῷ Τυχικῷ πάλιν ἔπεμψεν ὁ θεῖος Ἀπόστολος, ὡς ὑπουργὸν λοιπὸν γενόμενον τοῦ κηρύγματος. Ἔστι δὲ αὐτοῦ καὶ ἐνταῦθα τὴν σοφίαν καταμαθεῖν. Τὸ μὲν γὰρ μηνῦσαι τὰ κατ' αὐτὸν, κοινὸν πεποίηκεν ἀμφοτέρων· Πάντα γὰρ ὑμῖν, φησὶ, γνωριοῦσι τὰ ὧδε. Τὸ δὲ παρακαλέσαι μόνῳ ἀπένειμεν τῷ Τυχικῷ· Ἵνα γνῷ γὰρ, φησὶ, τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν. Ἐπειδὴ γὰρ ᾔδεισαν τὸν Ὀνήσιμον δοῦλον, καὶ εἰκὸς ἦν δυσχερᾶναι, ὅτι ὁ χθὲς καὶ πρώην δουλεύων, ἱκανὸς ἐξαπίνης γέγονεν Ἐκκλησίαν ὅλην παρακαλέσαι τε καὶ διδάξαι, μόνον ἔφη τὸν Τυχικὸν εἰς τοῦτο πεπομφέναι. Τὸ δέ γε μηνῦσαι τὰ κατ' αὐτὸν ἀμφοτέροις συνήρμοσε, καὶ τοῦτον ταύτῃ τιμῶν, καὶ ἐκείνους οὐ πλήττων.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
