Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.625
Not analysed yet
ιʹ. «Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου.» Θεσσαλονικεὺς ἦν, ὡς ὁ μακάριος διδάσκει Λουκᾶς· συναπῆλθε δὲ αὐτῷ εἰς τὴν Ἰουδαίαν. Ἐκεῖθεν συνεξεδήμησεν εἰς τὴν Ῥώμην. Συναιχμάλωτον δὲ αὐτὸν κέκληκεν, ὡς κοινωνὸν τῶν παθημάτων γενόμενον. «Καὶ Μάρκος ὁ ἀνεψιὸς Βαρνάβα, περὶ οὗ ἐλάβετε ἐντολάς· ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέξασθε αὐτόν.» Καὶ τοῦτο δηλοῖ, ὡς τεθεαμένος αὐτοὺς ἔγραψε τὴν ἐπιστολήν. Μετὰ γὰρ τὴν γεγενημένην αὐτῷ τε καὶ τῷ μακαρίῳ Βαρνάβᾳ περὶ τοῦ Μάρκου φιλονεικίαν, τῇ Φρυγίᾳ καὶ τῇ Γαλατίᾳ τὴν διδασκαλίαν προσήνεγκεν. Εἰκὸς οὖν ὅτι τότε τὰς περὶ αὐτῶν δέδωκεν ἐντολάς. Τοῦτον κελεύει παραγενόμενον διδασκαλικῆς ἀξιωθῆναι τιμῆς. ιαʹ. «Καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς. Οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία.» Μέγιστον ἐγκώμιον τὸ τῷ Ἀποστόλῳ γενέσθαι θυμηδίας πρόξενον. ιβʹ. «Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς, ὁ ἐξ ὑμῶν δοῦλος Χριστοῦ.» Πολίτης αὐτῶν ἦν ὁ Ἐπαφρᾶς, ὡς καὶ ἤδη προειρήκαμεν. «Πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα στῆτε τέλειοι καὶ πεπληρωμένοι ἐν παντὶ θελήματι τοῦ Θεοῦ.» Ἀναγκαίως αὐτοῦ τὴν περὶ αὐτοὺς ἔδειξεν εὔνοιαν, ἵνα προθυμότερον αὐτοῦ τῇ διδασκαλίᾳ προσέχωσι. ιγʹ. «Μαρτυρῶ γὰρ αὐτῷ, ὅτι ἔχει ζῆλον πολὺν ὑπὲρ ὑμῶν, καὶ τῶν ἐν Λαοδικείᾳ, καὶ τῶν ἐν Ἱεραπόλει.» Πελάζουσιν ἀλλήλαις αὐταὶ αἱ πόλεις· πᾶσαι δὲ τῆς Φρυγίας εἰσίν. ιδʹ. «Ἀσπάζεται ὑμᾶς Λουκᾶς ἰατρὸς ὁ ἀγαπητὸς, καὶ Δημᾶς.» Οὗτος καὶ τὸ θεῖον συνέγραψεν Εὐαγγέλιον, καὶ τὴν ἱστορίαν τῶν Πράξεων. Καὶ ἐντεῦθεν δῆλον, ὡς ἐσχάτη πασῶν Ἐπιστολῶν ἡ δευτέρα πρὸς Τιμόθεον ἐγράφη. Ἐκεῖ γὰρ περὶ τοῦ Δημᾶ λέγει· «Δημᾶς με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα.» ιεʹ. «Ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς, καὶ Νυμφᾶν, καὶ τὴν κατ' οἶκον αὐτοῦ Ἐκκλησίαν.» Οὗτος, ὡς ἔοικε, τῶν ἐν Λαοδικείᾳ πιστῶν ἐτύγχανεν ὣν, ὃς καὶ τὴν οἰκίαν Ἐκκλησίαν ἀπέφηνεν, εὐσεβείᾳ ταύτην κοσμήσας. ιϛʹ. «Καὶ ὅταν ἀναγνωσθῇ παρ' ὑμῖν ἡ ἐπιστολὴ, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε.» Τινὲς ὑπέλαβον καὶ πρὸς Λαοδικέας αὐτὸν γεγραφέναι· αὐτίκα τοίνυν καὶ προσφέρουσι πεπλασμένην ἐπιστολήν. Ὁ δὲ θεῖος Ἀπόστολος οὐκ ἔφη, Καὶ τὴν πρὸς Λαοδικέας, ἀλλὰ, καὶ τὴν ἐκ Λαοδικείας. Ἐκεῖνοι γὰρ πρὸς αὐτὸν περί τινων ἔγραψαν. Εἰκὸς δὲ αὐτοὺς ἢ τὰ ἐν Κολοσσαῖς γενόμενα αἰτιάσασθαι, ἢ τὰ αὐτὰ τούτοις νενοσηκέναι. Διὸ καὶ ταύτην εἶπε τὴν ἐπιστολὴν κἀκείνοις ἀναγνωσθῆναι. ιζʹ. «Καὶ εἴπατε Ἀρχίππῳ· Βλέπετε τὴν δια-