# Interpretatio in xiv epistulas sancti Pauli 82.628

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.628

κονίαν, ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς.» Τινὲς ἔφασαν τοῦτον Λαοδικείας γεγενῆσθαι διδάσκαλον. Ἀλλ' ἡ πρὸς Φιλήμονα Ἐπιστολὴ διδάσκει ὡς ἐν Κολοσσαῖς οὗτος ᾤκει· τῷ γὰρ Φιλήμονι καὶ τοῦτον συντάττει. ιηʹ. «Ὁ ἀσπασμὸς, τῇ ἐμῇ χειρὶ Παύλου.» Τοῦτον προστέθεικε, διδάσκων ὡς σὺν παῤῥησίᾳ κελεύει μὴ φυλάττειν τὸν νόμον. «Μνημονεύετέ μου τῶν δεσμῶν.» Ἀντὶ τοῦ, Ζηλοῦτε καὶ μιμεῖσθε, καὶ τὰ προσπίπτοντα λυπηρὰ φέρετε καρτερῶς. «Ἡ χάρις μεθ' ὑμῶν. Ἀμήν.» Τούτων καὶ ἡμᾶς προσήκει τῶν δεσμῶν μνημονεύειν ἀεὶ, καὶ τὴν ἀπὸ τῆς μνήμης ὠφέλειαν καρποῦσθαι· καὶ προσεύχεσθαι μὲν μὴ εἰσελθεῖν εἰς πειρασμόν· εἰ δὲ τοῦτο γεγένηται, στέργειν τὴν θείαν οἰκονομίαν, καὶ δεικνύναι τὴν οἰκείαν ἀνδρείαν, καὶ τὴν θείαν χάριν εἰς συμμαχίαν καλεῖν. Οὕτω γὰρ δυνατὸν ἀγωνίσασθαι, καὶ νικῆσαι, καὶ τυχεῖν τῶν ἀναῤῥήσεων ἐν Χριστῷ· μεθ' οὗ τῷ Πατρὶ δόξα πρέπει καὶ μεγαλοπρέπεια, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἡ πρὸς Κολασσαεῖς ἐγράφη ἀπὸ Ῥώμης διὰ Τυχικοῦ καὶ Ὀνησίμου. ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΤΗΣ Αʹ ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ ΕΠΙΣΤΟΛΗΣ. ΥΠΟΘΕΣΙΣ. Η Θεσσαλονίκη πρωτεύει μὲν τῆς Μακεδονίας· ἐδέξατο δὲ προθύμως τὸ σωτήριον κήρυγμα. Ὁ δὲ θεῖος Ἀπόστολος καὶ ἐνταῦθα κατέπηξε τὰ τῆς εὐσεβείας θεμέλια, ἀντιλεγόντων μὲν Ἰουδαίων καὶ προφανῶς πολεμούντων, ἀνόνητα δὲ πονούντων· ὑπερέπλει γὰρ τῶν κυμάτων τὸ Εὐαγγέλιον. Τὰς τούτων ἐκκλίνας ἐπιβουλὰς ὁ θεσπέσιος Παῦλος, ἀπὸ μὲν τῆς Θεσσαλονίκης εἰς τὴν Βέροιαν ἦλθεν, ἀπὸ δὲ τῆς Βεροίας εἰς τὰς Ἀθήνας ἀπέπλευσε. Τῶν δέ γε πεπιστευκότων διηνεκῶς περιφέρων τὴν μέριμναν, τὸν τρισμακάριον Τιμόθεον ἀπὸ τῶν Ἀθηνῶν εἰς τὴν Θεσσαλονίκην ἐξέπεμψεν, ὥστε αὐτοὺς ἐρεῖσαι καὶ κρατῦναι, καὶ τῶν παρὰ τῶν ἐναντίων προσφερομένων

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
