# Interpretatio in xiv epistulas sancti Pauli 82.629

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.629

μηχανημάτων δεῖξαι δυνατωτέρους. Οὗτος ἐπανελθὼν ἐπῄνεσε μὲν τὸ τῆς πίστεως ἄμαχον, ἔφη δὲ δεῖσθαι αὐτοὺς διδασκαλίας τινὸς παραινέσεως περί τινων ζητημάτων παρ' αὐτοῖς κινουμένων. Γέγραφε τοίνυν τὴν ἐπιστολὴν, πρῶτον μὲν αὐτῶν τὸ στεῤῥὸν τῆς πίστεως εὐφημῶν, ἔπειτα προσμένειν τῶν νεκρῶν τὴν ἀνάστασιν παραινῶν, τῆς δὲ τοῦ Κυρίου παρουσίας μὴ πολυπραγμονεῖν τὸν καιρόν. Προσενήνοχε δὲ αὐτοῖς καὶ τῆς ἠθικῆς διδασκαλίας παραίνεσιν. Ἀκριβέστερον δὲ ταῦτα ἡ κατὰ μέρος ἑρμηνεία διδάξει. ΚΕΦΑΛΑΙΟΝ Αʹ. αʹ. «Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων, ἐν Θεῷ Πατρὶ καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις ὑμῖν, καὶ εἰρήνη, ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Σιλουανὸν ἡγοῦμαι τὸν Σίλαν καλεῖσθαι. Οὗτος γὰρ αὐτῷ καὶ ἐν Φιλίπποις, καὶ ἐν Θεσσαλονίκῃ, καὶ ἐν Βεροίᾳ συνῆν, καὶ τοῦτον σὺν τῷ τρισμακαρίῳ Τιμοθέῳ καταλιπών, εἰς τὰς Ἀθήνας ἀπῆρε. Τούτοις ἐν ταῖς Ἀθήναις διατρίβων προσέμενεν· οὗτοι αὐτῷ καὶ ἐν Κορίνθῳ συνῆσαν κηρύττοντι. βʹ. «Εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε περὶ πάντων ὑμῶν, μνείαν ὑμῶν ποιούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν.» Διδασκόμεθα πρῶτον εὐχαριστεῖν ὑπὲρ τῶν προϋπηργμένων ἡμῖν ἀγαθῶν, εἶθ' οὕτως αἰτεῖν τὰ ἐλλείποντα. Τοῦτο γὰρ ἔστιν εὑρεῖν πανταχοῦ ποιοῦντα τὸν θεῖον Ἀπόστολον. Διδάσκει δὲ καὶ ἐφ' οἷς ἂν ὑμνεῖ τὸν τῶν ὅλων Θεόν. «Ἀδιαλείπτως (γʹ.) μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως, καὶ τοῦ κόπου τῆς ἀγάπης, καὶ τῆς ὑπομονῆς τῆς ἐλπίδος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν.» Ἔργον τῆς πίστεως, τὸ ἐν κινδύνοις βέβαιον· οὐ γὰρ μόνον ἐν εἰρήνῃ καὶ γαλήνῃ δεικνύναι προσήκει τὴν πίστιν, ἀλλὰ καὶ ἐν κλύδωνι καὶ ζάλῃ ταύτης ἔχεσθαι δεῖ. Οὕτω καὶ ἡ ἀγάπη οὐ μόνον ἔχει τὴν ἡδίστην ἀπόλαυσιν, ἀλλὰ καὶ τὸν ὑπερβάλλοντα κόπον. Φέρειν γὰρ προσήκει τὰ τοῦ ἀδελφοῦ πλημμελήματα, κἂν φθονῇ, κἂν ὀργίζηται, κἂν ἐπαίρηται, κἂν ἀχαριστίαν νοσῇ. Τούτου χάριν τῇ ἀγάπῃ τὸν κόπον συνέζευξε, τῇ δὲ ἐλπίδι συνέταξε τὴν ὑπομονήν. Ἐλπίδα δὲ ἡμῖν δέδωκεν ὁ Δεσπότης Χριστὸς τῆς ἀναστάσεως τῶν νεκρῶν, τῆς ἀθανάτου ζωῆς, τῆς βασιλείας τῶν οὐρανῶν. Ὑπομένειν δὲ προσήκει τὸν ταύτην δεξάμενον τὴν ἐλπίδα καὶ φέρειν γενναίως τὰ προσπίπτοντα σκυθρωπά. Ἐπόπτης δὲ τούτων, φησὶν, ἐστὶν ὁ τῶν ὅλων Θεός· τὸ γὰρ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, τοῦτο δηλοῖ. δʹ, εʹ. «Εἰδότες, ἀδελφοὶ ἠγαπημένοι, ὑπὸ Θεοῦ τὴν ἐκλογὴν ὑμῶν, ὅτι τὸ Εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυνάμει, καὶ ἐν Πνεύματι ἁγίῳ, καὶ ἐν πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε οἷοι ἐγενήθημεν ἐν ὑμῖν δι' ὑμᾶς.» Ὑμεῖς ἐστε τῆς τοῦ Εὐαγγελίου δυνάμεως μάρτυ-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
