# Interpretatio in xiv epistulas sancti Pauli 82.632

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.632

ρες. Οὐ γὰρ λόγον ὑμῖν διδασκαλικὸν προσηνέγκαμεν μόνον, ἀλλὰ καὶ τὴν ἀλήθειαν τῶν λόγων διὰ τῶν θαυμάτων ἐδείξαμεν. Μεταδεδώκαμεν δὲ ὑμῖν καὶ ἧς μετειλήφαμεν χάριτος. Τοῦτο γὰρ λέγει ἐν Πνεύματι ἁγίῳ. Ἔπεισε δὲ ὑμᾶς καὶ τῶν κινδύνων τὸ μέγεθος, οἷς οὐκ εἴξαμεν, ὡς θεῖα τὰ παρ' ἡμῶν προσφερόμενα. Τὸ γὰρ, οἷοι ἐγενήθημεν ἐν ὑμῖν δι' ὑμᾶς, τοὺς κινδύνους δηλοῖ, οὓς ὑπὲρ αὐτῶν ὑπέστησαν, τὸ σωτήριον αὐτοῖς προσφέροντες κήρυγμα. ϛʹ. «Καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε, καὶ τοῦ Κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ, μετὰ χαρᾶς Πνεύματος ἁγίου.» Μέγα μὲν Θεσσαλονικέων ἐγκώμιον καὶ τὸ τοὺς ἀποστόλους ζηλῶσαι· πολλῷ δὲ μεῖζον, μᾶλλον δὲ πάντων μέγιστον, τὸ καὶ αὐτοῦ τοῦ Δεσπότου μιμήσασθαι τὰ παθήματα, καὶ μὴ ἀλύειν, μηδὲ ἀδημονεῖν ἐν τοῖς κινδύνοις, ἀλλὰ πνευματικῆς ἡδονῆς ἐμφορεῖσθαι. ζʹ. «Ὥστε γενέσθαι ὑμᾶς τύπους πᾶσι τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ, καὶ ἐν τῇ Ἀχαΐᾳ.» Ηὔξησε τὴν εὐφημίαν, ἀρχέτυπα αὐτοὺς εὐσεβείας γεγενῆσθαι φήσας ἔθνεσι μεγίστοις καὶ ἐπὶ σοφίᾳ θαυμαζομένοις. ηʹ. «Ἀφ' ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Κυρίου, οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ Ἀχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθε.» Καὶ τί λέγω, φησὶ, τὴν Μακεδονίαν καὶ τὴν Ἀχαΐαν; Πανταχοῦ γὰρ ᾄδεται τῆς πίστεως ὑμῶν ἡ θερμότης. Τὸ δὲ, ἀφ' ὑμῶν ἐξήχηται ὁ λόγος τοῦ Κυρίου, εἴρηκεν, οὐκ ἐπειδὴ ἐκεῖθεν τὴν ἀρχὴν ἔλαβε τὸ κήρυγμα, ἀλλ' ὅτι τούτων ἡ περὶ τὰ θεῖα προθυμία πολυθρύλλητος γενομένη, πολλοὺς εἰς ζῆλον τῆς εὐσεβείας ἐκίνησεν. «Ὥστε μὴ χρείαν ἔχειν ἡμᾶς λαλεῖν τι. (θʹ.) Αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς.» Προὔλαβεν ἡμᾶς ἡ φήμη, καὶ παρ' ἄλλων ἀκούομεν ἃ λέγειν ἐθέλομεν. Δήλη γὰρ ἅπασι γέγονε τῆς ἡμετέρας διδασκαλίας ἡ ἐν ὑμῖν εὐκαρπία. «Καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων, δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ.» Διαῤῥήδην ἡμᾶς ἐδίδαξεν ὁ θεῖος Ἀπόστολος, πῶς προσήκει νοεῖν τὸ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν. Οὐ γὰρ τῷ Υἱῷ συγκρίνων, ἀλλὰ τοῖς οὐκ οὖσι θεοῖς τὸν ὄντα Θεὸν, ζῶντα καὶ ἀληθινὸν αὐτὸν προσηγόρευσε. Καὶ ζῶντα μὲν αὐτὸν ὠνόμασεν, ὡς ἐκείνων οὐ ζώντων· ἀληθινὸν δὲ, ὡς ἐκείνων ψευδῶς θεῶν καλουμένων. ιʹ. «Καὶ ἀναμένειν τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν, τὸν ῥυόμενον ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης.» Τῆς τῶν εἰδώλων, φησὶ, πλάνης ἐλευθερώσας, καὶ πρὸς τὴν ἑαυτοῦ μεταθεὶς δεσποτείαν, τὴν δευτέραν ἡμᾶς προσμένειν ἐκέλευσε τοῦ Μονογενοῦς ἐπιφάνειαν, ὃς

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
