# Interpretatio in xiv epistulas sancti Pauli 82.633

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.633

τῆς ἠπειλημένης τιμωρίας κρείττους ἡμᾶς ἀποφανεῖ. Εἰδέναι μέντοι προσήκει, ὡς οὔτε ἡ θεία τοῦ Μονογενοῦς φύσις ἐκ νεκρῶν ἠγέρθη, ἀπαθὴς γάρ· οὔτε μὴν ἕτερος υἱὸς ὁ Ἰησοῦς παρὰ τὸν μονογενῆ Υἱόν· ἀλλ' ὁ αὐτὸς μὲν ἔστιν, ἔπαθε δὲ ὡς ἄνθρωπος, καὶ ἀνέστη ὡς ἄνθρωπος. ΚΕΦΑΛΑΙΟΝ Βʹ. αʹ, βʹ. «Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοὶ, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς, ὅτι οὐ κενὴ γέγονεν. Ἀλλὰ προπαθόντες, καὶ ὑβρισθέντες, καθὼς οἴδατε, ἐν Φιλίπποις, ἐπαῤῥησιασάμεθα ἐν τῷ Θεῷ ἡμῶν λαλῆσαι πρὸς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ ἐν πολλῷ ἀγῶνι.» Ἱκανὴ καὶ τῶν παθημάτων ἡ μαρτυρία δεῖξαι τοῦ κηρύγματος τὴν ἀλήθειαν. Οἱ γὰρ ἐξαπατᾷν ἐπιχειροῦντες μέχρι τῶν κινδύνων τὸ προσωπεῖον περίκεινται· ὅταν δὲ τούτους θεάσωνται, σφᾶς αὐτοὺς ἀπογυμνοῦσι, καὶ τὸ ψεῦδος ἐλέγχουσι. Τούτου χάριν ὁ θεῖος Ἀπόστολος τῶν ἐν Φιλίπποις δεσμῶν, καὶ μαστίγων, καὶ τῆς μετὰ ταῦτα παῤῥησίας ἀνέμνησε· διδάσκων ὡς πλείονος ἐνεπλήσθη μετὰ τὰ σκυθρωπὰ προθυμίας, ἐπειδὴ προεώρα τῶν πόνων τὸ κέρδος. γʹ. «Ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης, οὔτε ἐξ ἀκαθαρσίας, οὔτε ἐν δόλῳ.» Παράκλησιν τὴν διδασκαλίαν ἐκάλεσεν. Οὐκ ἔοικε, φησὶ, τὰ παρ' ἡμῶν προσφερόμενα τῇ μυθολογίᾳ τῶν ποιητῶν, ἃ πολλοῦ μὲν ψεύδους, πολλῆς δὲ ἀκολασίας ἐμπέπλησται· οὔτε μὴν δόλῳ χρώμενοι συνεργῷ εἰς ὄλεθρον ὑμᾶς θηρεύομεν. δʹ. «Ἀλλὰ καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ πιστευθῆναι τὸ Εὐαγγέλιον, οὕτως λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ τῷ δοκιμάζοντι τὰς καρδίας ἡμῶν.» Οὐκ αὐτοχειροτόνητοι διδάσκαλοι καθεστήκαμεν, ἀλλ' ὑπὸ τοῦ Θεοῦ τὸ Εὐαγγέλιον ἐπιστεύθημεν. Οὗ δὴ χάριν ὡς ὑπὸ μάρτυρι τῷ Θεῷ πάντα λέγομέν τε καὶ πράττομεν· ἴσμεν γὰρ ὡς οὐδὲν αὐτὸν λέληθε τῶν τῆς ψυχῆς κινημάτων. Τὸ δὲ, καθὼς δεδοκιμάσμεθα ὑπὸ τοῦ Θεοῦ, ἀντὶ τοῦ, Ἐπειδὴ ἔδοξεν αὐτῷ καὶ ἐδοκίμασε πιστεῦσαι ἡμῖν. εʹ. «Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας, Θεὸς μάρτυς.» Τῆς μὲν κολακείας αὐτοὺς ἐκάλεσε μάρτυρας· δῆλα γὰρ τοῖς ἀκούουσι τῶν κολάκων τὰ ῥήματα· τῆς δὲ πλεονεξίας οὐκ ἔτι αὐτοὺς, ἀλλὰ τὸν τῶν ὅλων Ἐπόπτην. Λανθάνει γὰρ πολλάκις ἀνθρώπους ὁ τοῦ γιγνομένου σκοπός. Πλεονεξίαν δὲ κέκληκε τὸ ἐπὶ χρήμασι κηρύξαι. ϛʹ, ζʹ. «Οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ' ὑμῶν, οὔτε ἀπ' ἄλλων, δυνάμενοι ἐν βάρει εἶναι, ὡς Χριστοῦ ἀπόστολοι.» Οὔτε μὴν δόξης ἀνθρωπίνης ἐρῶμεν. Τοῦτο διὰ μέσου τέθεικε· τὰ δὲ ἐπαγόμενα πρὸς τὸ πρὸ τούτου εἰρημένον, οὔτε προφάσει πλεονεξίας. Τούτῳ γὰρ ἁρμόττει, δυνάμενοι ἐν βάρει εἶναι, ὡς Χριστοῦ ἀπόστολοι. Προσετάχθημεν, φησὶν, ἐκ τοῦ Εὐαγγελίου ζῇν, ἀλλ' οὐκ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
