# Interpretatio in xiv epistulas sancti Pauli 82.636

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.636

ἐχρησάμεθα τῇ ἐξουσίᾳ. Τὸ δὲ, ἐν βάρει, πρὸς τοὺς οὐ μεθ' ἡδονῆς παρέχοντας εἴρηκεν. «Ἀλλ' ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν· ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα (ηʹ), οὕτως ἱμειρόμενοι ὑμῶν εὐδοκοῦμεν ὑμῖν μεταδοῦναι οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχὰς, διότι ἀγαπητοὶ ἡμῖν γεγένησθε.» Ἔδειξε διὰ τῆς εἰκόνος, καὶ τὴν ἠπιότητα, καὶ τὴν κηδεμονίαν. Μητρὶ γὰρ οἰκείων ἐπιμελουμένῃ βρεφῶν ἀπείκασεν ἑαυτόν. Τὴν αὐτὴν γὰρ καὶ τροφὸν καλεῖ, καὶ μητέρα. Ὡς ἐὰν τροφὸς γὰρ, φησὶ, θάλπῃ τὰ ἑαυτῆς τέκνα, ταύτῃ καὶ ἡμεῖς παραπλησίως ἱμειρόμεθα καὶ ποθοῦμεν πρὸς τῇ πνευματικῇ διδασκαλίᾳ καὶ τὰς ἡμετέρας ὑμῖν δοῦναι ψυχάς· οὕτως ἡμῖν ἐγένεσθε περιπόθητοι. θʹ. «Μνημονεύετε γὰρ, ἀδελφοὶ, τὸν κόπον ἡμῶν, καὶ τὸν μόχθον.» Διδάσκει δὲ καὶ τίς οὗτος. «Νυκτὸς γὰρ καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ.» Ἔδειξε τοῦ πόνου τὴν ὑπερβολὴν, οὐ μόνον κόπον καὶ μόχθον εἰπὼν, ἀλλὰ καὶ ταῖς ἡμέραις τὸν νυκτερινὸν συζεύξας καιρόν. ιʹ. «Ὑμεῖς μάρτυρες καὶ ὁ Θεὸς, ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν.» Ὁ διορισμὸς τὴν ἐπιστολικὴν ἡμῖν ἀκρίβειαν ἔδειξεν. Οὐ γὰρ εἶπεν, Ἄμεμπτοι πᾶσιν ὤφθημεν, ἀλλ', ὑμῖν τοῖς πιστεύουσι. Τοῦ δὲ Θεοῦ τὴν μαρτυρίαν προστέθεικεν· ἐπειδὴ τοῖς ἀνθρώποις δῆλα τὰ ὁρώμενα μόνα, τῷ δὲ Θεῷ καὶ τὰ τοὺς ἀνθρώπους λανθανόμενα. ιαʹ, ιβʹ. «Καθάπερ οἴδατε, ὡς ἕνα ἕκαστον ὑμῶν, ὡς πατὴρ τέκνα ἑαυτοῦ, παρακαλοῦντες ὑμᾶς, καὶ παραμυθούμενοι, καὶ μαρτυρούμενοι, εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Θεοῦ τοῦ καλέσαντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν.» Πάλιν ἑτέραν εἰκόνα προὔθηκε, καὶ πατρὶ ἑαυτὸν ἀπείκασε, διὰ πλειόνων ἣν περὶ αὐτοὺς ἔχει φιλοστοργίαν δεικνύς. Ἄγαν δὲ ἁρμοδίως τὰ τρία τέθεικε, τὸ παρακαλοῦντες, καὶ παραμυθούμενοι, καὶ μαρτυρούμενοι. Οὐ γὰρ μόνον ψυχαγωγίαν δεῖ τοῖς ἀθυμοῦσι προσφέρειν, ἀλλὰ καὶ τοὺς ῥᾳστώνῃ συζῶντας δεδίττεσθαι τῇ μνήμῃ τῶν ἠπειλημένων κακῶν. Ταῦτα δὲ ἐποίουν, φησὶ, προτρέπων ὑμᾶς κατάλληλον ἑλέσθαι βίον τῷ κεκληκότι Θεῷ, καὶ τῶν οὐρανῶν ὑποσχομένῳ τὴν βασιλείαν. ιγʹ. «Διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ Θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ' ἡμῶν τοῦ Θεοῦ, ἐδέξασθε οὐ λόγον ἀνθρώπων, ἀλλὰ, καθώς ἐστιν ἀληθῶς, λόγον Θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν.» Ἐπειδὴ τῇ διαμαρτυρίᾳ δέος ἐνέθηκε, τοῖς ἐπαίνοις παρεμυθήσατο. Οὐ γὰρ ὡς ἀνθρωπίνους, φησὶ, λόγους, ἀλλ' ὡς θείους τοὺς παρ' ἡμῶν προσενεχθέντας ἐδέξασθε. Ἔδειξε δὲ αὐτοὺς τοιούτους καὶ τῶν πραγμάτων ἡ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
