# Interpretatio in xiv epistulas sancti Pauli 82.637

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.637

πεῖρα. Προφητικῆς γὰρ καὶ αὐτοὶ χάριτος ἀπολαύσαντες, καὶ προεφήτευον, καὶ γλώσσαις ἐλάλουν, καὶ θαύματα ἐπετέλουν παράδοξα. Οὐ μόνον δὲ ὁ λόγος ταῦτα ᾐνίξατο, ἀλλὰ καὶ τοὺς ὑπὸ τῶν ἐναντίων προσενεχθέντας αὐτοῖς κινδύνους. Τοῦτο γὰρ τὰ ἐπαγόμενα δηλοῖ. ιδʹ, ιεʹ. «Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοὶ, τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ, τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ, ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν, καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων.» Εἶτα δείκνυσι τῆς ἐναντιώσεως τὸν τρόπον. ιϛʹ. «Κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλῆσαι ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε. Ἔφθασε δὲ ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.» Ἱκανὸν εἰς παραψυχὴν τὸ παράδειγμα. Ἡ γὰρ τοῦ πάθους ὁμοιότης ἀρκοῦσαν προσφέρει ψυχαγωγίαν. Διδάσκει δὲ ἡμᾶς ὁ λόγος, ὡς καὶ οἱ ἐν Θεσσαλονίκῃ πεπιστευκότες ὑπὸ τῶν ἀπίστων ἐπορθήθησαν, καὶ τῶν ὑπαρχόντων αὐτοῖς ἐγυμνώθησαν. Ταυτὸ δὲ τὸ πάθος ὑπέμειναν καὶ οἱ ἐν τῇ Ἰουδαίᾳ τὸ σωτήριον δεξάμενοι κήρυγμα. Προηγόρευσε δὲ καὶ τῶν Ἰουδαίων τὴν πανωλεθρίαν· Ἔφθασε γὰρ ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Οὐκ ἔτι γὰρ ἀνακλήσεως ἀπολαύσουσι. Οὕτω καὶ ὁ μακάριος ἔφη Δαβίδ· «Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος;» Τὸ δὲ, πᾶσιν ἀνθρώποις ἐναντίων, οὕτω νοητέον· Τῇ οἰκουμένῃ, φησὶ, προσενεγκεῖν προσετάχθημεν τὸ σωτήριον κήρυγμα. Οὗτοι δὲ ἡμῖν ἀντιπράττουσιν. Οὐκοῦν πάντων ἀνθρώπων εἰσὶ δυσμενεῖς. ιζʹ. «Ἡμεῖς δὲ, ἀδελφοὶ, ἀπορφανισθέντες ἀφ' ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ, οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ.» Ἀπείκασεν ἑαυτὸν μητρὶ τρεφούσῃ καὶ θαλπούσῃ τὰ βρέφη, εἶτα πατρὶ φιλοστόργως περὶ τοὺς παῖδας διακειμένῳ, νῦν μειρακίῳ παραπλησίως ἄωρον ὀρφανίαν ὀδυρομένῳ, καὶ τοὺς γεγεννηκότας ἐπιζητοῦντι, ποθεῖν αὐτοὺς ἔφη, καίτοι πρὸς ὀλίγον αὐτῶν χωρισθείς. Καλὴ δὲ καὶ ἡ προσθήκη, προσώπῳ καὶ οὐ καρδίᾳ, ἀντὶ τοῦ, Τῆς αἰσθητῆς ὑμῶν ἐστέρημαι θέας, τῆς δὲ νοητῆς ἀπολαύω διηνεκῶς. ιηʹ. «Διὸ ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ δὶς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς.» Ἐπέσχον, φησὶ, τὴν προθυμίαν οἱ ἐπάλληλοι πειρασμοί· τούτους δὲ ὁ κοινὸς κινεῖν πολέμιος εἴωθεν. Οὗ δὴ χάριν αὐτὸν ἔφη κεκωλυκέναι τὴν πρὸς αὐτοὺς ἐκδημίαν. ιθʹ, κʹ. «Τίς γὰρ ἡμῶν ἐλπὶς, ἢ χαρὰ, ἢ στέφανος

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
