Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.640
Not analysed yet
καυχήσεως; ἢ οὐχὶ καὶ ὑμεῖς ἔμπροσθεν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ ἐν τῇ αὐτοῦ παρουσίᾳ; Ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά.» Ἐπειδὴ μητρὶ ἑαυτὸν ἀπείκασε τιθηνουμένῃ τὰ βρέφη, τὰ αὐτῆς φθέγγεται ῥήματα. Αὐταὶ γὰρ τὰ κομιδῇ νέα παιδία καὶ ἐλπίδα, καὶ χαρὰν, καὶ τὰ τοιαῦτα προσαγορεύειν εἰώθασι. ΚΕΦΑΛΑΙΟΝ Γ. αʹ—γʹ. «Διὸ μηκέτι στέγοντες, εὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνον, καὶ ἐπέμψαμεν Τιμόθεον, τὸν ἀδελφὸν ἡμῶν, καὶ διάκονον τοῦ Θεοῦ, καὶ συνεργὸν ἡμῶν ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ, εἰς τὸ στηρίξαι ὑμᾶς, καὶ παρακαλέσαι ὑμᾶς, περὶ τῆς πίστεως ὑμῶν, τῷ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις.» Ἐπειδὴ ἡμεῖς δραμεῖν πρὸς ὑμᾶς ἐκωλύθημεν, ἀπεστείλαμεν Τιμόθεον, ὃς ἡμέτερός ἐστιν ἀδελφὸς, τὸ θεῖον δὲ πεπίστευται Εὐαγγέλιον. Ἀπεστείλαμεν δὲ αὐτὸν, οὐχ ἵνα ἑτέραν ὑμῖν προσενέγκῃ διδασκαλίαν, ἀλλ' ἵνα ἐπὶ τῆς προτέρας ὑμᾶς ἐρείσῃ, καὶ παρακαλέσῃ φέρειν γενναίως τὰς τῶν ἐναντίων ἐπιβουλὰς, καὶ μὴ κλονεῖσθαι, μηδὲ τῆς προτέρας ἐξίστασθαι γνώμης. Ἐπισημήνασθαι μέντοι δεῖ, ὅτι διάκονον τοῦ Θεοῦ κέκληκε τὸν πιστευόμενον τὸ τοῦ Χριστοῦ Εὐαγγέλιον, διδάσκων ὡς οὐκ οἶδεν ἐλάττονα τοῦ Πατρὸς τὸν Υἱόν. «Αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείμεθα.» Ἄνωθεν ἡμῖν ταῦτα προηγόρευσεν ὁ Δεσπότης Χριστός. Οὐδὲν οὖν καινὸν ὑπομένομεν, ἀλλ' ἅπερ αὐτὸς προείρηκεν· «Ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων·» καί· «Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Καὶ πλεῖστα τούτοις προσόμοια. δʹ. «Καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν, προελέγομεν ὑμῖν, ὅτι μέλλομεν θλίβεσθαι, καθὼς καὶ ἐγένετο, καὶ οἴδατε.» Τοῖς προῤῥηθεῖσι τὰ παρ' ἡμῶν πράγματα μεμαρτύρηκε. εʹ. «Διὰ τοῦτο κἀγὼ μηκέτι στέγων, ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μήπως ἐπείρασεν ὑμᾶς ὁ πειράζων, καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν.» Τούτου χάριν μηκέτι φέρων τὴν τῆς φροντίδος ὑπερβολὴν, ἔπεμψα μαθεῖν ποθῶν, μή τις ὑμῖν ἐκ τῶν πειρασμῶν προσεγένετο βλάβη, καὶ ὃν ὑπὲρ ὑμῶν ὑπεμείναμεν, ἐζημιώθημεν πόνον. Οὕτω δείξας τὴν προτέραν φροντίδα, λέγει καὶ τὴν προσγενομένην αὐτῷ θυμηδίαν ἐκ τῶν παρὰ τοῦ θαυμασίου Τιμοθέου κομισθέντων εὐαγγελίων. ϛʹ, ζʹ. «Ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ' ὑμῶν, καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαθὴν πάντοτε, ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν, καθάπερ καὶ ἡμεῖς ὑμᾶς, διὰ τοῦτο παρεκλήθημεν, ἀδελφοὶ, ἐφ' ὑμῖν ἐπὶ πάσῃ τῇ θλίψει, καὶ ἀνάγκῃ ἡμῶν διὰ τῆς ὑμῶν πίστεως.» Τρία τέθεικεν ἀξιέραστα, τὴν