# Interpretatio in xiv epistulas sancti Pauli 82.641

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.641

πίστιν, καὶ τὴν ἀγάπην, καὶ τοῦ διδασκάλου τὴν μνήμην. Δηλοῖ ἡ μὲν πίστις τῆς εὐσεβείας τὸ βέβαιον· ἡ δὲ ἀγάπη τὴν πρακτικὴν ἀρετήν· ἡ δὲ τοῦ διδασκάλου μνήμη, καὶ ὁ περὶ αὐτὸν πόθος, μαρτυρεῖ τῇ περὶ τὴν διδασκαλίαν στοργῇ. Ταῦτα, φησὶν, ἡμῖν τὴν εὐθυμίαν ἐνέθηκε, καὶ τῶν ἐπιφερομένων ἡμῖν ἐπελήσθημεν θλίψεων, ἃς διὰ τὴν ὑμετέραν ὑπομένομεν πίστιν, ἀντὶ τοῦ, διὰ τὸ κηρύττειν ὑμῖν. ηʹ. «Ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ.» Τὴν γὰρ ὑμετέραν βεβαίωσιν, ζωὴν ἡμετέραν ὑπολαμβάνομεν. θʹ, ιʹ. «Τίνα γὰρ εὐχαριστίαν δυνάμεθα ἀνταποδοῦναι τῷ Θεῷ περὶ ὑμῶν ἐπὶ πάσῃ τῇ χαρᾷ, ᾗ χαίρομεν δι' ὑμᾶς ἔμπροσθεν τοῦ Θεοῦ ἡμῶν, νυκτὸς καὶ ἡμέρας ὑπερεκπερισσοῦ δεόμενοι εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον, καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν;» Νικᾷ τῆς εὐφροσύνης τὸ μέγεθος τῆς γλώττης τὴν ὑμνῳδίαν. Οὐκ ἰσχύομεν γὰρ ἀντίῤῥοπον ὕμνον τῇ παρασχεθείσῃ ἡμῖν ἐφ' ὑμῖν θυμηδίᾳ προσενεγκεῖν τῷ Θεῷ. Καὶ νύκτωρ δὲ καὶ μεθ' ἡμέραν, ἀντιβολοῦμεν παρασχεῖν ἡμῖν τὸν Δεσπότην αὖθις ὑμᾶς ἰδεῖν καὶ ἐπιῤῥῶσαι, καὶ τὴν ἁρμόττουσαν ὑμῖν διδασκαλίαν προσενεγκεῖν. Τοῦτο γὰρ λέγει, καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν, τουτέστι, τὰ ἐλλείποντα πληρῶσαι. Ταύτην δὲ αὐτοῖς τὴν ὠφέλειαν καὶ διὰ τῶν γραμμάτων προσφέρει· ἄρχεται δὲ ἀπὸ εὐχῆς. ιαʹ. «Αὐτὸς δὲ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς.» Ἀντὶ τοῦ, Πληρώσαι ἡμῶν τὸν πόθον, καὶ τὰς ἐν μέσῳ δυσκολίας ἀνέλοι. Καὶ ταῦτα δὲ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὴν ἰσότητα διδάσκει. Οὐ γὰρ τὴν διά πρόθεσιν τέθεικε, ἀλλὰ τὸν καί σύνδεσμον, διδάσκων ὡς τὰ αὐτὰ ὁ Πατὴρ καὶ ὁ Υἱὸς οἰκονομοῦσιν, ὥσπερ αὐτὰ καὶ δημιουργοῦσιν. Ὅτι δὲ μία ἡ οἰκονομία, καὶ τὰ ἐπαγόμενα μαρτυρεῖ. Τὸ γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς καταλιπὼν πρόσωπον, μόνου μέμνηται τοῦ Υἱοῦ, καί φησιν· ιβʹ, ιγʹ. «Ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι, καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς, εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων τῶν ἁγίων αὐτοῦ.» Τὸ τῆς ἀγάπης κατόρθωμα πλήρωμα τοῦ νόμου παντὸς ὁ θεῖος Ἀπόστολος προσηγόρευσεν. Εὔχεται τοίνυν αὐτοὺς καὶ τῷ ἀριθμῷ πλεονάσαι, καὶ τῇ ἀγάπῃ περισσεῦσαι, τουτέστι, τελείαν αὐτὴν κτήσασθαι, ὥστε μηδὲν ἐλλείπειν αὐτῇ, καὶ μὴ μόνον αὐτῇ περὶ ἀλλήλους κεχρῆσθαι, ἀλλὰ καὶ περὶ πάντας τοὺς ὁμοπίστους, τοὺς ὁπουδήποτε ὄντας. Οὕτως γὰρ, φησὶ, καὶ ἡμεῖς πόῤῥωθεν ὄντες περὶ ὑμᾶς διετέθημεν, στηρίξαι ὑμῶν τὰς καρδίας βουλόμενοι, ὥστε ὑμᾶς μώμου παντὸς ἐλευθέρους, καὶ νῦν ὁρᾶ-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
