# Interpretatio in xiv epistulas sancti Pauli 82.644

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.644

σθαι τῷ τῶν ὅλων Θεῷ, καὶ μετὰ τῶν ἁγίων ἁπάντων τῷ Δεσπότῃ ὑπαντῆσαι Χριστῷ. ΚΕΦΑΛΑΙΟΝ Δʹ. αʹ. «Τὸ λοιπὸν οὖν, ἀδελφοὶ, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν Κυρίῳ Ἰησοῦ.» Τούτῳ κεχρημένοι τῷ σκοπῷ, προσφέρομεν ὑμῖν τὴν παραίνεσιν. Τὸ γὰρ λοιπὸν, ἀντὶ τοῦ, Ἀποχρώντως ὑμῖν τὴν ἡμετέραν παράκλησιν. Τίς δὲ αὕτη; «Καθὼς παρελάβετε παρ' ἡμῶν τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν Θεῷ, ἵνα περισσεύητε μᾶλλον.» Ὑπεδείξαμεν ὑμῖν, ποῖος θεραπεύει βίος τὸν τῶν ὅλων Θεόν· τοὺς τεθέντας ὑμῖν τοίνυν ὅρους φυλάττειν σπουδάζετε. βʹ. «Οἴδατε γὰρ, τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ Κυρίου Ἰησοῦ.» Καὶ ἄνω, ἐν Κυρίῳ Ἰησοῦ, εἴρηκε, καὶ ἐνταῦθα διὰ τοῦ Κυρίου Ἰησοῦ, ἀξιόπιστον τῇ τοῦ Δεσπότου μνήμῃ ποιῶν τὴν παραίνεσιν. Ἱκανὰ δὲ ταῦτα τὴν Ἀρείου καὶ Εὐνομίου βλασφημίαν ἐλέγξαι Εἰ γὰρ διὰ πρόθεσις τὸν ὑπουργὸν σημαίνει, ὑπουργὸς ἄρα τοῦ Παύλου ὁ Κύριος Ἰησοῦς. Διὰ γὰρ τοῦ Κυρίου Ἰησοῦ τὴν παραγγελίαν προσήνεγκε, καὶ ἐν Κυρίῳ Ἰησοῦ τὴν παράκλησιν ἐποιήσατο. Εἰ δὲ καὶ αὐτοὶ ταύτην φεύγουσι τὴν βλασφημίαν, καὶ ὁμολογοῦσι τὸν μὲν Παῦλον δοῦλον, κύριον δὲ τὸν Κύριον· δῆλον ἄρα ὡς ἀδιαφόρως ὁ θεῖος Ἀπόστολος ταῖς προθέσεσι κέχρηται. Ἀλλ' ἐπὶ τὰ συνεχῆ τῆς ἑρμηνείας βαδίσωμεν. γʹ. «Τοῦτο γάρ ἐστι θέλημα τοῦ Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν.» Εἶτα διδάσκει, ποίαν ἀρετὴν ἁγιασμὸν προσηγόρευσεν. «Ἀπέχεσθαι ὑμᾶς ἀπὸ πάσης πορνείας.» Πολλὰ τῆς ἀκολασίας εἴδη· οὗ δὴ χάριν οὐκ ἔφη, πορνείας, ἀλλὰ ἀπὸ πάσης πορνείας. δʹ. «Εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ.» Τινὲς τὸ, ἑαυτοῦ σκεῦος, τὴν ὁμόζυγα ἡρμήνευσαν· ἐγὼ δὲ νομίζω τὸ ἑκάστου σῶμα οὕτως αὐτὸν κεκληκέναι. Οὐ γὰρ τοῖς γεγαμηκόσι μόνοις τὴν νομοθεσίαν προσφέρει. εʹ. «Μὴ ἐν πάθει ἐπιθυμίας, καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν.» Ἀπηλλάγητε, φησὶ, τῆς πλάνης, ἐπέγνωτε τὸν ὄντα Θεόν. Μὴ μιμεῖσθε τοίνυν τοὺς ἐν τῷ σκότει τῆς ἀγνοίας διάγοντας, μηδὲ τῷ πάθει τῆς ἐπιθυμίας δουλεύετε. Εἶτα σαφέστερον τὸν νόμον ποιεῖ. ϛʹ. «Τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὑτοῦ.» Πλεονεξίαν ἐνταῦθα τὴν μοιχείαν ἐκάλεσε. Τοῦ γὰρ μὴ προσήκοντος ἅπτεται ὁ γάμον διορύττων ἀλλότριον, καὶ τὴν ἄλλῳ διαφέρουσαν εὐνὴν λῃστεύων. Ηὔξησε δὲ τὴν κατηγορίαν, ἀδελφὸν δείξας τὸν ἀδικούμενον. Ὑποδείκνυσι δὲ τὴν τιμωρίαν, τῇ παρανομίᾳ τὸ δέος ἀντιστρατεύων. «Διότι ἔκδικος ὁ Κύριος περὶ πάντων τούτων, καθὼς καὶ προείπομεν ὑμῖν, καὶ διεμαρτυρά-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
