Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.645
Not analysed yet
μεθα.» Καὶ ἤδη γὰρ ἐδιδάξαμεν ὡς κριτής ἐστι δίκαιος ὁ τῶν ὅλων Δεσπότης, καὶ δίκας τοὺς παρανομοῦντας εἰσπράττεται. Δείκνυσι δὲ καὶ τῆς τιμωρίας τὸ δίκαιον. ζʹ. «Οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐπ' ἀκαθαρσίᾳ, ἀλλ' ἐν ἁγιασμῷ.» Ὁ διάβολος τῶν οὐκ ὄντων θεῶν τὰ δόγματα ἀκολασίας ἐνέπλησε, ταύτην ἰέναι τὴν ὁδὸν τοὺς ἀνθρώπους προτρέπων· ὁ δὲ ὄντως Θεὸς ἐκείνην μὲν ἐκκλίνειν ἡμᾶς κελεύει, τὴν δὲ τῆς σωφροσύνης μετιέναι παρεγγυᾶται. ηʹ. «Τοιγαροῦν ὁ ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν, τὸν καὶ δόντα τὸ Πνεῦμα αὑτοῦ τὸ ἅγιον εἰς ἡμᾶς.» Εἰς αὐτὸν τοίνυν ἡ ἀδικία χωρεῖ τὸν τῶν ὅλων Θεόν. Αὐτὸς γὰρ ἡμῖν καὶ τοῦ παναγίου Πνεύματος τὴν χάριν δεδώρηται. Οὕτω τὴν περὶ τῆς σωφροσύνης διδασκαλίαν περάνας, εἰς ἕτερον εἶδος παραινέσεως μεταβαίνει. θʹ, ιʹ. «Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχετε γράφειν ὑμῖν· αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾷν ἀλλήλους. Καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς, καὶ τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ.» Φιλαδελφίαν ἐνταῦθα τὴν τῶν χρημάτων φιλοτιμίαν ἐκάλεσε, περὶ ἧς ἔφη μὴ χρῄζειν αὐτοὺς παραινέσεως· ἐκ θείας γὰρ αὐτοῖς προσγεγενῆσθαι χάριτος τὸ κατόρθωμα. «Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, περισσεύειν μᾶλλον, (ιαʹ) καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν, καὶ πράττειν τὰ ἴδια, καὶ ἐργάζεσθαι ταῖς ἰδίαις χερσὶν ὑμῶν, καθὼς καὶ παρηγγείλαμεν ὑμῖν, ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω, καὶ μηδενὸς χρείαν ἔχητε.» Οὐκ ἐναντία τοῖς προῤῥηθεῖσιν ἐπαίνοις ἡ παραίνεσις. Συνέβαινε γὰρ, τοὺς μὲν φιλοτίμως χορηγεῖν τοῖς δεομένοις τὴν χρείαν, τοὺς δὲ διὰ τὴν τούτων φιλοτιμίαν ἀμελεῖν τῆς ἐργασίας. Εἰκότως τοίνυν κἀκείνους ἐπῄνεσε, καὶ τούτοις τὰ πρόσφορα συνεβούλευσε. Καὶ φιλοτιμίαν ἁρμοδίως τὴν ἐργασίαν ἐκάλεσεν. Οἱ γὰρ δυνάμενοι καὶ δίχα τῆς ἐργασίας τρέφεσθαι διὰ τὴν τῶν ὁμοπίστων φιλαδελφίαν, εἶτα δίχα πόνων οὐκ ἀνεχόμενοι ζῇν, ἀλλ' ἐκ τῶν χειρῶν τὸν βίον ποιούμενοι, οἷόν τινα φιλοτιμίαν τὴν φιλοπονίαν εἰσέφερον. Τὸ δὲ, ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω, αὐτὸς ἡρμήνευσεν ἐπαγαγὼν, καὶ μηδενὸς χρείαν ἔχητε. Ἀσχημοσύνη γὰρ, φησὶ, τὸ ἐν ἀργίᾳ ζῇν, τὸ μὴ ἐξ ἐργασίας τὴν χρείαν πορίζεσθαι, ἀλλὰ προσαίτου βίου αἱρεῖσθαι, καὶ τὴν ἄλλων προσμένειν φιλοτιμίαν. Ἐντεῦθεν τὴν περὶ τῆς ἀναστάσεως διδασκαλίαν προσφέρει, τοὺς ἐπὶ τοὺς τεθνεῶτας ἀθυμοῦντας ψυχαγωγῶν. ιβʹ. «Οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα.» Οὐ παντελῶς κωλύει τὴν λύπην, ἀλλὰ τὴν ἀμετρίαν ἐκβάλλει, καὶ τῇ τῆς ἀναστάσεως ἐλπίδι ψυχαγωγεῖ. Οἱ γὰρ ταύτην οὐκ ἔχοντες ἔχουσι τῆς ἀμέτρου λύπης ἀπολο-