# Interpretatio in xiv epistulas sancti Pauli 82.648

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.648

γίαν. Διὰ τοῦτο οὐδὲ περὶ τῶν τεθνεώτων ἔφη, ἀλλὰ περὶ τῶν κεκοιμημένων, καὶ δι' αὐτοῦ τοῦ ὀνόματος τὴν παραμυθίαν πραγματευόμενος. Εἶτα ἀφ' ἧς κατεδέξαντο περὶ τοῦ Δεσπότου Χριστοῦ διδασκαλίας προσφέρει τῆς ἀναστάσεως τὴν ἀπόδειξιν. ιγʹ. «Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη· οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ.» Εἰ τοῦ Χριστοῦ ἡ ἀνάστασις πίστεως ἡμῖν ἀξία εἶναι δοκεῖ, πιστεύσωμεν ὅτι καὶ ἡμεῖς τευξόμεθα τῆς ἀναστάσεως. Δι' ἡμᾶς γὰρ τὸ τῆς ἐνανθρωπήσεως ᾠκονομήθη μυστήριον· σοφῶς δὲ λίαν ὁ θεῖος Ἀπόστολος τὸν μὲν Κύριον Ἰησοῦν τεθνάναι ἔφη, διὰ τοὺς ἀρνουμένους τῆς σαρκὸς τὴν ἀνάληψιν, φαντασίᾳ δὲ οἰομένους καὶ ὀφθῆναι αὐτὸν καὶ παθεῖν. Τοὺς δὲ ἀποθνήσκοντας κοιμωμένους ἐκάλεσε, καὶ τῷ ὀνόματι τοὺς ἀθυμοῦντας ψυχαγωγῶν· τῷ γὰρ ὕπνῳ ἐγρήγορσις ἕπεται. ιδʹ. «Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου.» Οὐ γὰρ οἰκείοις χρώμεθα λογισμοῖς, ἀλλ' ἐκ θείας ἡμῖν ἀποκαλύψεως ἡ διδασκαλία γεγένηται. Τίς δὲ αὕτη, «Ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσομεν τοὺς κοιμηθέντας.» Οὕτω, φησὶν, ὀξέως καὶ ταχέως, καὶ ἐν ἀκαρεῖ, οἱ τετελευτηκότες ἅπαντες ἀναστήσονται, ὡς τοὺς ἔτι κατ' ἐκεῖνον τὸν καιρὸν περιόντας προλαβεῖν, καὶ προαπαντῆσαι τῷ Σωτῆρι τῶν ὅλων. Τὸ γὰρ ἡμεῖς οἱ ζῶντες, οὐκ ἐπὶ τοῦ ἑαυτοῦ προσώπου τέθεικεν, ἀλλ' ἐπὶ τῶν κατ' ἐκεῖνον τὸν καιρὸν περιόντων ἀνθρώπων. Πιστοῦται δὲ τὸ τοῦ εἰρημένου παράδοξον τῇ δυνάμει τοῦ ἐνεργοῦντος. ιεʹ. «Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ.» Αὐτὸς γὰρ πρῶτος τῶν ὅλων ὁ Κύριος ἐκ τῶν οὐρανῶν ἐπιφανήσεται κατιὼν, τῶν ἀοράτων ἡγουμένων δυνάμεων, καὶ κελεύσει μὲν ἀρχάγγελον βοῆσαι, καὶ τοὺς νεκροὺς ἀναστῆσαι. Σάλπιγγες δὲ πανταχόθεν ἠχήσουσι μέγα τι καὶ ἐξαίσιον. Τοῦτο δὲ καὶ ἐν τῇ πρὸς Κορινθίους ἔφη· «Πάντες μὲν οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα, ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι. Σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα.» Εἰ δὲ ἐν τῷ Σινᾷ ὄρει συμμέτρου τοῖς τότε παροῦσι γεγενημένης ἠχῆς, οὐκ ἤνεγκεν ὁ λαὸς τὴν τοῦ δέους ὑπερβολὴν, ἀλλὰ πρὸς τὸν μέγαν ἔφη Μωυσέα· «Λάλει πρὸς ἡμᾶς σὺ, καὶ μὴ λαλείτω ὁ Θεὸς πρὸς ἡμᾶς, ἵνα μὴ ἀποθάνωμεν·» τίς οἴσει τὴν ἐνεχθησομένην τότε φωνήν; Τὸ δὲ, ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, τοῦτο σημαίνει, ὅτι κελευόμενός τις τῶν ἀρχαγγέλων παρακελεύσεται τοῖς νεκροῖς ἀναστῆναι· οἱ δὲ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
