Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.649
Not analysed yet
παραυτίκα ἀνίστανται, καὶ μετὰ τοσαύτης ὀξύτητος, ὡς προφθάσαι τοὺς ἔτι περιόντας. Τοιοῦτό τι καὶ ἐν τοῖς θείοις Εὐαγγελίοις ἐπὶ τῆς παραβολῆς τῶν παρθένων εἴρηται· «Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ.» —»Καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἐγερθήσονται πρῶτον.» Νεκροὺς τοὺς πιστοὺς λέγει, οὐ μόνον τοὺς τῷ Εὐαγγελίῳ πεπιστευκότας, ἀλλὰ καὶ τοὺς ἐν νόμῳ, καὶ τοὺς πρὸ νόμου διαλάμψαντας. Τοῦτο γὰρ καὶ ἐν τῇ πρὸς Ἑβραίους ἔφη· «Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.» Ἅπαντες τοίνυν οἱ εὐσεβείᾳ λαμπρυνόμενοι, πρῶτοι τῆς ἀναστάσεως ἀπολαύσονται. Τοῦτο γὰρ καὶ ἐν τῇ πρὸς Κορινθίους ἐδίδαξεν· «Ἀπαρχὴ γὰρ Χριστὸς, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ· εἶτα τὸ τέλος.» ιϛʹ. «Ἔπειτα ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.» Ἔδειξε τὸ μέγεθος τῆς τιμῆς. Ὥσπερ γὰρ αὐτὸς ὁ Δεσπότης ἐπὶ νεφέλης φωτεινῆς ἀνελήφθη· οὕτω καὶ οἱ εἰς αὐτὸν πεπιστευκότες, οἵ τε ἐκ νεκρῶν ἀνιστάμενοι, καὶ οἱ ἔτι περιόντες, ἐπὶ νεφελῶν ὀχούμενοι ὑπαντήσουσι τῷ τῶν ὅλων Κριτῇ, καὶ σὺν αὐτῷ διάγοντες τὸν ἀπέραντον αἰῶνα διατελέσουσι. Τοῦτο καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἐδίδαξε· «Δύο εὑρεθήσονται ἐν τῇ κλίνῃ, εἷς παραλαμβάνεται, καὶ εἷς ἀφίεται· δύο ἐν τῷ μύλωνι, μία παραλαμβάνεται, [καὶ μία ἀφίεται·] δύο ἐν τῷ ἀγρῷ, εἷς παραλαμβάνεται, καὶ εἷς ἀφίεται.» Καὶ διὰ μὲν τῆς κλίνης τὴν εὐπορίαν ᾐνίξατο· διὰ δὲ τοῦ μύλωνος, τήν τε δουλείαν καὶ τὴν θητείαν· διὰ δὲ τοῦ ἀγροῦ, τὸν γεωργικὸν βίον. Καὶ ἐδίδαξεν ὡς ἕκαστος βίος καὶ τοὺς σωζομένους ἔχει, καὶ τοὺς κολαζομένους. Οὕτω καὶ βασιλέως εἴς τινα πόλιν εἰσιόντος, οἱ μὲν ἐν τέλει καὶ ἀξιώτατοι πόῤῥω που ἀπαντῶσιν· οἱ δὲ ἐγκλήμασιν ὑπεύθυνοι ἔνδον προσμένουσι τὴν τοῦ κριτοῦ παρουσίαν. ιζʹ. «Ὥστε παρακαλεῖτε ἀλλήλους ἐν λόγοις τούτοις.» Ταῦτα τοίνυν εἰδότες, φέρετε γενναίως τοῦ παρόντος αἰῶνος τὰ σκυθρωπά. ΚΕΦΑΛ. Εʹ. αʹ, βʹ. «Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι· αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε, ὅτι ἡ ἡμέρα Κυρίου, ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται.» Ὡς προδεδιδαγμένοις ταῦτα γράφει. Τὸ δὲ αἰφνίδιον τῆς Δεσποτικῆς παρουσίας ἀπείκασε κλέπτῃ. Καὶ γὰρ οὗτος πειρᾶται λαθεῖν, ἀλλ' ὁ φυλάττων τὴν οἰκίαν, τῆς τοῦ κλέπτου