# Interpretatio in xiv epistulas sancti Pauli 82.652

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.652

παρουσίας αἰσθάνεται· ὁ δὲ ὀλιγωρῶν καὶ καθεύδων ἀποσυλᾶται. Οὕτως ὁ νήφων τῆς Δεσποτικῆς ἐπιφανείας τὰ σημεῖα γινώσκει. γʹ. «Ὅταν δὲ λέγωσιν, Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐπίσταται ὄλεθρος, ὥσπερ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσι.» Σφόδρα πρόσφορον τὸ παράδειγμα. Καὶ γὰρ ἡ κύουσα οἶδεν ὅτι φέρει τὸ ἔμβρυον, ἀγνοεῖ δὲ τὸν τῶν ὠδίνων καιρόν. Οὕτω καὶ ἡμεῖς, ὅτι μὲν ἐπιφανήσεται τῶν ὅλων ὁ Κύριος, ἴσμεν· σαφῶς δὲ αὐτὸν τὸν καιρὸν οὐδαμῶς ἐδιδάχθημεν. Οὗ δὴ χάριν προσμένειν ἀεὶ δεῖ τὴν ἡμέραν ἐκείνην. Οὕτω καὶ ὁ Κύριος ἐν τοῖς θείοις Εὐαγγελίοις ἔφη· «Ὥσπερ ἐν ταῖς ἡμέραις τοῦ Νῶε ἤσθιον, ἔπινον, ἐγάμουν, ἐξεγαμίζοντο, ἕως ἦλθεν ὁ κατακλυσμὸς, καὶ ἀπώλεσεν ἅπαντας· οὕτως ἔσται ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου.» Διὰ πάντα δὲ τὸ αἰφνίδιον αὐτῆς δεδήλωκεν. δʹ, εʹ. «Ὑμεῖς δὲ, ἀδελφοὶ, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ. Πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε, καὶ υἱοὶ ἡμέρας· οὐκ ἐσμὲν νυκτὸς, οὐδὲ σκότους.» Τῷ γὰρ παραβολικῷ ἐπέμεινε σχήματι· καὶ σκότος μὲν καλεῖ τὴν ἄγνοιαν, ἡμέραν δὲ τὴν γνῶσιν. Λέγει τοίνυν, ὅτι Τῆς θεογνωσίας τὴν ἀκτῖνα δεξάμενοι, φεύγετε τὰ τοῦ σκότους ἐπιτηδεύματα, ἵνα μὴ ἐξαπιναίως ὑμῖν ἐπενεχθῇ τῆς τιμωρίας ἡ ψῆφος. Καὶ ἐπιμένων τῇ παραινέσει ἐπήγαγε· ϛʹ. «Ἄρα οὖν μὴ καθεύδωμεν, ὡς καὶ οἱ λοιποί.» Τουτέστιν, οἱ τῇ δυσσεβείᾳ δουλεύοντες. «Ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν.» Εἶτα ἀπὸ τῶν κατὰ τὸν βίον γινομένων πορίζει τὴν ὠφέλειαν. ζʹ, ηʹ. «Οἱ γὰρ καθεύδοντες νυκτὸς καθεύδουσι, καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν. Ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν.» Τοῦτο καὶ ἑτέρωθι ἔφη· «Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός.» Ταῦτα καὶ ἐνταῦθα προσφέρει τὰ ὅπλα. «Ἐνδυσώμεθα θώρακα πίστεως καὶ ἀγάπης, καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας.» Φραξάτω ἡμᾶς, φησὶν, ἀντὶ θώρακος ἡ περὶ τὸν Θεὸν πίστις, καὶ ἡ περὶ τὸν πέλας ἀγάπη. Γενέσθω δὲ ἡμῖν κράνος ἀῤῥαγὲς ἡ τῆς ἐπηγγελμένης σωτηρίας ἐλπίς. θʹ, ιʹ. «Ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ Θεὸς εἰς ὀργὴν, ἀλλ' εἰς περιποίησιν σωτηρίας, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν.» Οὐ γὰρ τούτου χάριν ἡμᾶς ἐκάλεσεν, ἵνα δῷ τιμωρίαν, ἀλλ' ἵνα σωτηρίας ἀξιώσῃ, καὶ οἰκείους ἀποφήνῃ, συνεργῷ χρησάμενος τῷ Δεσπότῃ Χριστῷ, ὃς τὸν ὑπὲρ ἡμῶν κατεδέξατο θάνατον. «Ἵνα εἴτε γρηγορῶμεν, εἴτε καθεύδωμεν, ἅμα σὺν αὐτῷ ζήσωμεν.» Ἵνα καὶ οἱ τετελευτηκότες, καὶ οἱ ἔτι περιόντες, κοινωνήσωμεν αὐτῷ τῆς ζωῆς. Ἐγρη-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
