# Interpretatio in xiv epistulas sancti Pauli 82.660

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.660

σχηματίζει τὴν εὐφημίαν, καὶ θαυμάζει μὲν αὐτῶν τὴν περὶ τὸν Θεὸν πίστιν, θαυμάζει δὲ τὴν περὶ τοῦ πέλας ἀγάπην. Δι' ἀμφοτέρων δὲ τὴν τελεωτάτην αὐτοῖς ἀρετὴν μαρτυρεῖ. Καὶ γὰρ ὁ Κύριος ἐν ταῖς δύο ταύταις ἐντολαῖς ὅλον ἔφη τὸν νόμον καὶ τοὺς προφήτας πληροῦσθαι. δʹ, εʹ. «Ὥστε ἡμᾶς αὐτοὺς ἐν ὑμῖν καυχᾶσθαι ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ, ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσι τοῖς διωγμοῖς ὑμῶν, ἐν ταῖς θλίψεσιν αἷς ἀνέχεσθε. Ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ Θεοῦ, εἰς τὸ καταξιωθῆναι ἡμᾶς τῆς βασιλείας τοῦ Θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε.» Καὶ τὸ μέγεθος τῶν προσλαμβανόντων ὑμῖν μανθάνοντες λυπηρῶν, καὶ τὴν ὑμετέραν καρτερίαν, δι' ἧς ἀποκρούεσθε ταῦτα, σεμνυνόμενοι ἐφ' ὑμῖν καὶ τὴν ὑμετέραν ἀνδρείαν ἐν ταῖς ἄλλαις Ἐκκλησίαις θαυμάζομεν. Οἴδαμεν δὲ καὶ, ὡς ἴστε σαφῶς, τῶν κινδύνων τὰ ἆθλα, καὶ τὴν τῶν οὐρανῶν προσδέχεσθε βασιλείαν, τοῦ ἀγωνοθέτου τὴν δικαίαν ἐπιστάμενοι ψῆφον. Τοῦτο γὰρ εἶπεν ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ Θεοῦ. Ποιεῖ δὲ αὐτὸ σαφέστερον διὰ τῶν ἑξῆς· ϛʹ—ηʹ. «Εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλίψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ' ἡμῶν, ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ' οὐρανοῦ μετ' ἀγγέλων δυνάμεως αὐτοῦ, ἐν πυρὶ φλογὸς, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι τὸν Θεὸν, καὶ τοῖς μὴ ἀκούουσι τῷ Εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ.» Τὸ, εἴπερ, οὐκ ἐπὶ ἀμφιβολίας τέθεικεν, ἀλλ' ἐπὶ βεβαιώσεως. Καὶ γὰρ ἡμεῖς εἰώθαμεν ἰσχυριζόμενοι λέγειν· Εἴπερ τόδε ἀληθὲς, ὥσπερ οὖν ἀληθές. Λέγει τοίνυν ὅτι δίκαιον καὶ πρέπον τῷ τῆς δικαιοσύνης νομοθέτῃ, καὶ ἡμᾶς ὑπὲρ τῶν τῆς πίστεως ἀμείψασθαι παθημάτων, καὶ τοὺς ἐναντίους δίκας εἰσπράξασθαι ἀσεβείας. Ἔσται δὲ τοῦτο κατὰ τὸν τῆς συντελείας καιρόν· τηνικαῦτα γὰρ παραγίνεται μὲν οὐρανόθεν ὁ Κύριος, ἡγοῦνται δὲ τῶν ἀγγέλων οἱ δῆμοι, καὶ παραδοθήσονται τῇ ἀσβέστῳ φλογὶ οἱ τὸν τῆς ἀπιστίας περικείμενοι ζόφον. Ταῦτα δὲ γέγραφεν ὁ θεῖος Ἀπόστολος, τοὺς τὰ δεινὰ ἐκεῖνα καὶ χαλεπὰ ὑπομένοντας τῇ τῶν μελλόντων ἐλπίδι ψυχαγωγῶν. Διά τοι τοῦτο καὶ φόβου μεστὸν ἔδειξε τὸ κριτήριον· πρῶτον μὲν ἀπ' οὐρανοῦ δείξας παραγινόμενον τὸν Κριτήν· ἔπειτα τῶν διακονούντων τὴν δύναμιν· ἄγγελοι γὰρ οὗτοι· εἶτα τῆς τιμωρίας τὸ εἶδος· φλογὶ γὰρ πυρὸς παραδίδονται. Εἰ δὲ οἱ μὴ πειθόμενοι τῷ Εὐαγγελίῳ ταῦτα πείσονται, εὔδηλον ὡς καὶ χαλεπωτέρων πειρασθήσονται οἱ καὶ τοῖς πιστεύσασι πολεμοῦντες. θʹ, ιʹ. «Οἵτινες δίκην τίσουσιν, ὄλεθρον αἰώνιον, ἀπὸ προσώπου τοῦ Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὑτοῦ, καὶ θαυμασθῆναι ἐπὶ πᾶσι τοῖς πιστεύσασιν.» Ἀκριβέστερον ἔδειξε τῆς τιμωρίας τὸ μέγεθος, αἰώνιον ταύτην ἀποκαλέσας. Ἔδειξε δὲ καὶ τῶν πεπιστευκότων τὴν περιφάνειαν, αὐτὸν εἰρηκὼς τὸν Θεὸν ἐν αὐτοῖς δοξασθήσεσθαί τε καὶ θαυμασθήσεσθαι.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
