# Interpretatio in xiv epistulas sancti Pauli 82.661

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.661

Ἐπειδὴ γὰρ κατὰ τὸν παρόντα βίον, οἱ μὲν εἰσὶν ἐν ταλαιπωρίαις καὶ πόνοις, τινὲς δὲ πονηρίᾳ συζῶντες ἀφθόνων ἀπολαύουσιν ἀγαθῶν, ἐν δέ γε τῇ τῆς κρίσεως ἡμέρᾳ ἀναῤῥηθήσονται μὲν οἱ δίκαιοι, καὶ στεφάνων ἀξιωθήσονται, κολασθήσονται δὲ οἱ πονηρίᾳ συνεζηκότες· εἰκότως ἔφη, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὑτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς μὴ πιστεύσασι. Τότε γὰρ τοῦ κριτοῦ τὴν δικαίαν ψῆφον θαυμάσουσιν ἅπαντες. «Ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.» Τὸ, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τῷ ἄνω ἀποδοτέον· θαυμάσεται γὰρ ἐν πᾶσι τοῖς πιστεύσασιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Μαρτύριον δὲ τὸ κήρυγμα προσηγόρευσε. Τοῦτο δὲ καὶ αὐτοὺς ἔφη πεπιστευκέναι. ιαʹ, ιβʹ. «Εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν, ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ Θεὸς ἡμῶν, καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης, καὶ ἔργον πίστεως ἐν δυνάμει. Ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν ὑμῖν, καὶ ὑμεῖς ἐν αὐτῷ, κατὰ τὴν χάριν τοῦ Θεοῦ ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.» Τούτου δὴ χάριν ἀντιβολοῦμεν τὸν τῶν ὅλων Θεὸν, ὥστε ὑμᾶς ἀξιωθέντας τῆς κλήσεως πάντων ἐμφορηθῆναι τῶν ἀγαθῶν, ὥστε ὑμᾶς καὶ τοὺς τῆς πίστεως βλαστῆσαι καρπούς. Ἔργον δὲ πίστεως ἐνταῦθα τὴν ἐν τοῖς παθήμασιν ὑπομονὴν προσηγόρευσεν. Οὕτω γὰρ, φησὶ, καὶ αὐτὸς ἐν ὑμῖν δοξασθήσεται, καὶ ὑμεῖς αὐτῷ τῆς μελλούσης κοινωνήσετε δόξης. Οὕτω τῇ ἐλπίδι τῶν μελλόντων ψυχαγωγήσας αὐτοὺς, εἰς τὴν περὶ συντελείας διδασκαλίαν μεταφέρει τὸν λόγον. ΚΕΦΑΛ. Βʹ. αʹ, βʹ. «Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ' αὐτὸν, εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς, μήτε θροεῖσθαι, μήτε διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι' ἐπιστολῆς ὡς δι' ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ Κυρίου.» Τὸ, ἐρωτῶμεν, ἀντὶ τοῦ, παρακαλοῦμεν, ἀεὶ τίθησι. Τὸ δὲ, ἡμῶν ἐπισυναγωγῆς ἐπ' αὐτὸν, σαφέστερον ἐν τῇ προτέρᾳ δεδήλωκεν Ἐπιστολῇ. Εἶπε γὰρ, ὅτι εἰς ἀέρα ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου, καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. Τοῦτο δὲ καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ὁ Κύριος ἔφη, ὅτι «Ἀποστελεῖ τοὺς ἀγγέλους αὑτοῦ, καὶ συνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ' ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν.» Παρεγγυᾷ τοίνυν ὁ θεῖος Ἀπόστολος, μὴ πιστεύειν τοῖς λέγουσιν ἐνεστηκέναι τὸν τῆς συντελείας καιρὸν, καὶ παραυτίκα τὸν Κύριον ἐπιφανήσεσθαι, μήτε εἰ προσποιοῖντο χρησμῳδεῖν καὶ προφητεύειν· τοῦτο γὰρ λέγει, μήτε διὰ πνεύματος· μήτε εἰ πλασάμενοι ὡς ἐξ αὐτοῦ γραφεῖσαν ἐπιστολὴν προφέροιεν, μήτε εἰ ἀγράφως αὐτὸν εἰρηκέναι λέγοιεν. Εἶτα πάλιν τὸ αὐτὸ συντόμως·

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
