# Interpretatio in xiv epistulas sancti Pauli 82.664

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.664

γʹ. «Μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον.» Πάντα κατὰ ταυτὸν τὰ τῆς ἀπάτης ἐξέβαλεν εἴδη. Διδάσκει δὲ αὐτοὺς καὶ δι' αὐτῶν πάντας ἡμᾶς, καὶ τὸ μέγιστον τῆς τοῦ Κυρίου παρουσίας σημεῖον. «Ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας· (δʹ.) ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν, ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ ὡς θεὸν καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστι θεός.» Ἀποστασίαν αὐτὸν ἐκάλεσε τὸν Ἀντίχριστον, ἀπὸ τοῦ πράγματος αὐτῷ τοὔνομα τεθεικώς. Ἀποστῆσαι γὰρ ἅπαντας τῆς ἀληθείας πειρᾶται. Ἄνθρωπον δὲ αὐτὸν ἁμαρτίας προσηγόρευσεν, ἐπειδὴ ἄνθρωπός ἐστι τὴν φύσιν, πᾶσαν ἐν ἑαυτῷ τοῦ διαβόλου δεχόμενος τὴν ἐνέργειαν· υἱὸν δὲ ἀπωλείας, ὡς καὶ αὐτὸν ἀπολλύμενον, καὶ ἑτέροις πρόξενον τούτου γινόμενον. Μιμεῖται γὰρ ὁ τῶν ἀνθρώπων ἀλάστωρ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὴν ἐνανθρώπησιν· καὶ ὥσπερ αὐτὸς ἀνθρωπείαν φύσιν ἀναλαβὼν, τὴν ἡμετέραν ἐπραγματεύσατο σωτηρίαν· οὕτως ἐκεῖνος ἄνθρωπον ἐκλεξάμενος πᾶσαν αὐτοῦ δέξασθαι δυνάμενον τὴν ἐνέργειαν, δι' αὐτοῦ πάντας ἐξαπατῆσαι τοὺς ἀνθρώπους πειράσεται, Χριστὸν ἑαυτὸν καὶ Θεὸν ὀνομάζων, καὶ τῶν καλουμένων θεῶν διελέγχων τὸ ψεῦδος, ὅπερ αὐτὸς ἐν τοῖς παρεληλυθόσι χρόνοις ἐκράτυνε. Ναὸν δὲ Θεοῦ τὰς ἐκκλησίας ἐκάλεσεν, ἐν αἷς ἁρπάσει τὴν προεδρείαν, θεὸν ἑαυτὸν ἀποδεικνύναι πειρώμενος. Ταῦτα καὶ ὁ θεῖος προηγόρευσε Δανιήλ. Ἔφη γάρ· «Καὶ ἐπὶ θεοὺς τῶν πατρῶν αὐτοῦ οὐ συνήσει, καὶ θεὸν Μαωζεὶμ ἐπὶ τόπῳ ἑαυτοῦ δοξάσει·» ἀντὶ τοῦ, Θεὸν ἰσχυρὸν ἑαυτὸν ὀνομάσει. Εἶτα διδάσκων ὡς οὐ καινὴν αὐτοῖς προσφέρει διδασκαλίαν, ἐπήγαγεν· εʹ. «Οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν;» Λέγει δὲ καὶ τί δήποτε μέλλει, καὶ μὴ παραυτίκα φαίνεται. ϛʹ. «Καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ.» Τινὲς τὸ, κατέχον, τὴν Ῥωμαϊκὴν ἐνόησαν βασιλείαν· τινὲς δὲ τὴν χάριν τοῦ Πνεύματος. Κατεχούσης γὰρ, φησὶ, τῆς τοῦ Πνεύματος χάριτος, ἐκεῖνος οὐ παραγίνεται. Ἀλλ' οὐχ οἷόν τε παύσασθαι παντελῶς τὴν χάριν τοῦ Πνεύματος. Πῶς γὰρ ἔνεστι τῶν ἐκείνου περιγενέσθαι μηχανημάτων τοὺς τῆς πνευματικῆς ἐπικουρίας ἐστερημένους; Ἀλλ' οὐδὲ τὴν Ῥωμαϊκὴν βασιλείαν ἑτέρα διαδέξεται βασιλεία. Διὰ γὰρ τοῦ τετάρτου θηρίου καὶ ὁ θειότατος Δανιὴλ τὴν Ῥωμαϊκὴν ᾐνίξατο βασιλείαν. Ἐν δὲ τούτῳ τὸ μικρὸν κέρας ἐβλάστησε τὸ ποιοῦν πόλεμον μετὰ τῶν ἁγίων. Αὐ-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
