# Interpretatio in xiv epistulas sancti Pauli 82.665

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.665

τὸς δὲ οὗτός ἐστι, περὶ οὗ τὰ προῤῥηθέντα εἶπεν ὁ θεῖος Ἀπόστολος. Οὐδέτερον τούτων οἶμαι φάναι τὸν θεῖον Ἀπόστολον, ἀλλὰ τὸ παρ' ἑτέρων εἰρημένον ἀληθὲς εἶναι ὑπολαμβάνω. Ἐδοκίμασε γὰρ ὁ τῶν ὅλων Θεὸς παρὰ τὸν τῆς συντελείας αὐτὸν ὀφθῆναι καιρόν. Ὁ τοῦ Θεοῦ τοίνυν αὐτὸν ὅρος νῦν ἐπέχει φανῆναι. Οἶμαι δὲ καὶ ἑτέραν ἔχειν διάνοιαν τὸ ῥητόν. Μεμαθηκὼς γὰρ ὁ θεῖος Ἀπόστολος εἰρηκέναι τὸν Κύριον, ὡς κηρυχθῆναι δεῖ τὸ Εὐαγγέλιον εἰς πάντα τὰ ἔθνη, καὶ τότε γίνεσθαι τὸ τέλος· ὁρῶν δὲ κρατοῦσαν ἔτι τῶν εἰδώλων τὴν θεραπείαν, τῇ Δεσποτικῇ διδασκαλίᾳ ἑπόμενος, ἔφη πρότερον καταλυθήσεσθαι τῆς δεισιδαιμονίας τὸ κράτος, καὶ πανταχοῦ διαλάμψειν τὸ σωτήριον κήρυγμα, καὶ τότε φανήσεσθαι τὸν τῆς ἀληθείας ἀντίπαλον. ζʹ. «Τὸ γὰρ μυστήριον τῆς ἀνομίας ἤδη ἐνεργεῖται.» Τινὲς τὸν Νέρωνα ἔφασαν κληθῆναι τῆς ἀνομίας μυστήριον, καὶ δυσσεβείας ἐργάτην γεγενημένον. Ἐγὼ δὲ οἶμαι τὰς ἀναφυείσας αἱρέσεις δηλοῦν τὸν Ἀπόστολον. Δι' ἐκείνων γὰρ ὁ διάβολος πολλοὺς ἀποστήσας τῆς ἀληθείας, προκατασκευάζει τῆς ἀπάτης τὸν ὄλεθρον. Μυστήριον δὲ αὐτοὺς ἀνομίας ἐκάλεσεν, ὡς κεκρυμμένην ἔχοντας τῆς ἀνομίας τὴν πάγην. Αὐτὸς γὰρ προφανῶς τοῦ Θεοῦ τοὺς ἀνθρώπους ἀφίστησιν. Οὗ δὴ χάριν καὶ ἀποκάλυψιν αὐτοῦ τὴν παρουσίαν ὁ Ἀπόστολος κέκληκεν. Ὃ γὰρ κρύβδην ἀεὶ κατεσκεύαζε, τότε προφανῶς καὶ διαῤῥήδην κηρύξει. «Μόνον ὁ κατέχων ἄρτι, ἕως ἐκ μέσου γένηται.» Δεῖ δὲ παύσασθαι τῆς δεισιδαιμονίας τὴν πλάνην, καὶ κηρυχθῆναι τὸ Εὐαγγέλιον. ηʹ. «Καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ Κύριος Ἰησοῦς ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὑτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὑτοῦ.» Ἔδειξεν ὡς ἐνῆν τὸ τῆς Δεσποτικῆς δυνάμεως μέγεθος. Ἐπιφανεὶς γὰρ, φησὶ, οὐρανόθεν, φθέγξεται μόνον, καὶ πανωλεθρίᾳ παραδώσει τὸν ἀλιτήριον. Τοῦτο καὶ ὁ Προφήτης προεθέσπισεν Ἡσαΐας. Εἰρηκὼς γάρ· «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ,» καὶ τὰ περὶ τούτου διεξελθὼν, ἐπήγαγε· «Καὶ τῷ πνεύματι διὰ χειλέων ἀνελῇ τὸν ἀσεβῆ.» Διδάσκει δὲ ὁ θεῖος Ἀπόστολος ὑπὸ τίνος οὗτος ἐνεργούμενος ταῦτα πάντα ἐργάσεται. θʹ, ιʹ. «Οὗ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν τοῦ Σατανᾶ, ἐν πάσῃ δυνάμει, καὶ σημείοις, καὶ τέρασι ψεύδους, καὶ ἐν πάσῃ ἀπάτῃ τῆς ἀδικίας ἐν τοῖς ἀπολλυμένοις.» Οὐ γὰρ πάντων κρατήσει, ἀλλὰ τῶν ἀπωλείας ἀξίων, οἳ καὶ δίχα τῆς τούτου παρουσίας σφᾶς αὐτοὺς τῆς σωτηρίας ἐστέρησαν. Τοῦτο καὶ ἐν τοῖς ἑξῆς φησι. Διδάσκει δὲ ὡς καὶ τὰ ἐσόμενα

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
