# Interpretatio in xiv epistulas sancti Pauli 82.677

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.677

τὸν ὑπὸ τοῦ Θεοῦ δεδομένον καταλελοιπότας νόμον. Τούτου δὴ χάριν ὁ θεῖος Ἀπόστολος εὐθὺς ἐν τῷ προοιμίῳ τῶν προφητῶν αὐτὸν ἁπάντων ἀποδείκνυσι κρείττονα. Εἶτα τῆς θεολογίας ἀρξάμενος, ἀΐδιον ἀποφαίνει, καὶ τοῦ Πατρὸς συναΐδιον, καὶ τῶν ἁπάντων δημιουργόν. Ἔπειτα τοῖς ἀγγέλοις παρεξετάσας, τὴν θείαν εἰς μέσον φέρει Γραφὴν, διαῤῥήδην διδάσκουσαν ὡς ὁ μὲν ἔστιν Υἱὸς καὶ Θεὸς, οἱ δὲ λειτουργοὶ καὶ ποιήματα. Ἐντεῦθεν δείκνυσιν ὡς τῶν διὰ Μωσέως παραχθέντων μείζονα τὰ παρὰ τοῦ Δεσπότου δεδομένα Χριστοῦ. Ὁ μὲν γὰρ ἔδωκε τὴν Παλαιὰν Διαθήκην· ὁ δὲ τὴν Καινὴν, ἣν διὰ τῶν παλαιῶν προεπηγγείλατο προφητῶν. Καὶ ὁ μὲν ὑπέσχετο δώσειν τὴν Παλαιστίνην· ὁ δὲ τὴν βασιλείαν τῶν οὐρανῶν. Συγκρίνει δὲ καὶ τῇ Λευϊτικῇ ἱερωσύνῃ τὴν κατὰ τάξιν Μελχισεδὲκ, καὶ δείκνυσι τὴν ὑπεροχήν. Πρὸς τούτοις καὶ τοὺς πρὸ νόμου καὶ τοὺς ἐν νόμῳ τῆς εὐσεβείας τροφίμους διὰ πίστεως ἀποφαίνει περιβλέπτους γεγενημένους. Λέγει δὲ αὐτῶν καὶ τὰ πάθη καὶ τὴν ἀνδρείαν, τούτους πρὸς τοὺς κινδύνους ἀλείφων. Εἶτα τῶν οἰκείων αὐτοὺς ἀναμνήσας ἀγώνων καὶ στῆναι μέχρι τέλους ἀνδρείως παρακαλέσας, καὶ τοῖς δογματικοῖς καὶ ἠθικὴν συνάψας παραίνεσιν, πεπλήρωκε τὴν Ἐπιστολήν. Γέγραφε δὲ αὐτὴν τῇ Ἑβραίων φωνῇ· ἑρμηνευθῆναι δὲ αὐτήν φασιν ὑπὸ Κλήμεντος. Ἡμεῖς δὲ λοιπὸν τῆς ἑρμηνείας ἁψώμεθα. ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. αʹ, βʹ. «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ.» Σαφῶς ἔδειξε τοῦ Δεσπότου Χριστοῦ καὶ τῶν προφητῶν τὸ διάφορον. Αὐτὸν γὰρ μόνον Υἱὸν προσηγόρευσεν. Ἔοικε δὲ τὸ προοίμιον τῇ τοῦ Κυρίου παραβολῇ. Καὶ γὰρ ὁ Κύριος τοῖς Ἰουδαίοις τὴν περὶ τοῦ ἀμπελῶνος παραβολὴν εἰρηκὼς, ἔδειξε πρώτους μὲν δούλους ἀποσταλέντας πρὸς τοὺς πονηροὺς γεωργούς· εἶτα μετὰ τὴν ἐκείνων ἀναίρεσιν υἱὸν παραγενόμενον. Τὸ μέντοι, πολυμερῶς, τὰς παντοδαπὰς οἰκονομίας σημαίνει; τὸ δὲ, πολυτρόπως, τῶν θείων ὀπτασιῶν τὸ διάφορον. Ἄλλως γὰρ ὤφθη τῷ Ἀβραὰμ, καὶ ἄλλως τῷ Μωϋσῇ, καὶ ἑτέρως Ἠλίᾳ, καὶ ἄλλως τῷ Μιχαίᾳ. Καὶ Ἡσαΐας δὲ, καὶ Δανιὴλ, καὶ Ἰεζεκιὴλ, διάφορα ἐθεάσαντο σχήματα. Τοῦτο διδάσκων ὁ τῶν ὅλων ἔφη Θεός· «Ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην.» Οὐ γὰρ πολύμορφος ἡ θεία φύσις, ἀλλὰ ἀνείδεός τε καὶ ἀσχημάτιστος, καὶ ἁπλῆ καὶ ἀσύνθετος. Οὐκ αὐτὴν τοίνυν ἑώρων τὴν ἀνέφικτον φύσιν, ἀλλά τινα σχήματα, ἃ πρὸς τὴν χρείαν ὁ ἀόρατος ἐδείκνυε Θεός. Τὸ μέντοι, πολυμερῶς, καὶ ἕτερον αἰνίττεται, ὅτι τῶν προφητῶν ἕκαστος μερικήν τινα οἰκονομίαν ἐνεχειρίζετο· ὁ δὲ τούτων Θεὸς, ὁ Δεσπότης, λέγω, Χριστὸς, οὐ μίαν τινὰ ᾠκονόμησε χρείαν,

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
