# Interpretatio in xiv epistulas sancti Pauli 82.68

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.68

λβʹ. Οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσὶν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράττουσιν. Ἐδείξαμεν ὅπως ἡ φύσις διδάσκει καὶ τῶν ἀγαθῶν τὴν αἵρεσιν, καὶ τὴν τῶν ἐναντίων φυγήν. Ἀλλ' ὅμως οὗτοι, φησὶν, οὐκ ἀποχρῆν ἡγοῦνται τὸ ταῦτα ποιεῖν· ἀλλὰ καὶ ἐπαίνους τοῖς τὰ ὅμοια δρῶσιν ὑφαίνουσιν. Ἔσχατος δὲ οὗτος ὅρος τῆς παρανομίας. Ἔδει γὰρ μὴ μόνον τὴν τῶν ἄλλων παρανομίαν μισεῖν, ἀλλὰ καὶ τὴν οἰκείαν βδελύττεσθαι. ΚΕΦΑΛ. Βʹ. Εἶτα πάλιν ἑτέρως δείκνυσιν ἔχοντας ἡμᾶς τὴν τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων διάκρισιν. αʹ. Διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε, πᾶς ὁ κρίνων. Ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων. Ἀλλὰ καὶ οὕτω διακείμενοι, εἰ τοῦ κρίνειν τὴν ἐξουσίαν παρά τινος λάβοιτε, τοὺς τῶν νόμων παραβάτας ὡς ὑπευθύνους κολάζετε· τοσαύτην ἔχετε τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων διάγνωσιν. Χρὴ μέντοι εἰδέναι, ὅτι δι' ὧν τοὺς ἄλλους ἁμαρτάνοντας κρίνετε, καὶ ὑμᾶς αὐτοὺς ταῖς αὐταῖς ψήφοις ὑπάγετε· τὴν αὐτὴν γὰρ τολμᾶτε παρανομίαν. βʹ. Οἴδαμεν δὲ, ὅτι τὸ κρῖμα τοῦ Θεοῦ ἐστι κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας. Δῆλον δὲ τοῖς εὖ φρονοῦσιν, ὅτι κατὰ θείαν ψῆφον οἱ τὰς παρανομίας τολμῶντες κολάζονται. γʹ, δʹ. Λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε, ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτὰ, ὅτι σὺ ἐκφεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ; Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς; Ἡμεῖς μὲν ἴσμεν, ὡς εἰς καιρὸν ἑκάστῳ παρανομοῦντι τὴν τιμωρίαν ὁ δίκαιος ἐπάξει κριτής. Ὑμεῖς δὲ, φησὶν, ὑπολαμβάνετε, οἱ τοὺς μὲν ἄλλους κολάζοντες, τὴν δὲ οἰκείαν παρανομίαν ἰδεῖν οὐκ ἐθέλοντες, ὅτι τὸ θεῖον διαφεύξεσθε δικαστήριον. Ἀλλ' οὐχ οὕτω ταῦτα ἔχει. Ἀνέχεται γὰρ καὶ μακροθυμεῖ, τὴν σὴν ἀναμένων μετάνοιαν. Τοῦτο γὰρ ἐπήγαγεν· Ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγε. εʹ. Κατὰ δὲ τὴν σκληρότητα σου, καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως, καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ἐπειδὴ γὰρ ἀτεράμονα γνώμην ἔχεις, καὶ τῇ πονηρίᾳ προσμένεις, κατὰ σαυτοῦ κρινεῖς τῆς τιμωρίας τὴν ψῆφον· ἢν νῦν μὲν ὁ Θεὸς δι' ἔλεον ἀναβάλλεται, ἀποκαλύψει δὲ κατὰ τὴν τῆς συντελείας ἡμέραν, καὶ καταλλήλους τοῖς ἔργοις τὰς ἀντιδόσεις παρέξει. Καλῶς δὲ καὶ τὸ θησαυρίζεις σεαυτῷ τέθεικε, δεικνὺς ὡς οὐδὲν τῶν ἡμετέρων ἢ λόγων ἢ ἔργων παραδέδοται λήθῃ· ἀλλὰ καὶ οἱ τῆς ἀρετῆς ἐρασταὶ σφίσιν ἑαυτοῖς τὰ ἀγαθὰ θησαυρίζουσι, καὶ οἱ τῆς πονηρίας ἐργάται ταυτὸ τοῦτο ποιοῦσι. ζʹ. Τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν, καὶ τιμὴν, καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴν αἰώνιον. Καὶ τοὺς πόνους ἐδίδαξε τῆς ἀρετῆς, καὶ τοὺς στε-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
