# Interpretatio in xiv epistulas sancti Pauli 82.680

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.680

ἀλλὰ τὸ πᾶν ἐνανθρωπήσας κατώρθωσε, καὶ τὴν τῶν ἀνθρώπων ἐπραγματεύσατο σωτηρίαν. Δέδεικται μέντοι ὡς εἷς τῶν παλαιῶν καὶ καινῶν νομοθέτης. «Ὃν ἔθηκε κληρονόμον πάντων.» Ἀπὸ τῶν ἀνθρωπίνων ὁ θεῖος Ἀπόστολος ἤρξατο, καὶ τὰ ταπεινότερα πρῶτον λέγων, οὕτως ἅπτεται μειζόνων. Κληρονόμος γὰρ πάντων ὁ Δεσπότης Χριστὸς, οὐχ ὡς Θεὸς, ἀλλ' ὡς ἄνθρωπος. Ὡς γὰρ Θεὸς, ποιητής ἐστι πάντων· ὁ δὲ πάντων δημιουργὸς φύσει πάντων Δεσπότης. Ὁ δὲ κληρονόμος ἀποφαίνεται κύριος ὧν οὐκ ἦν πάλαι δεσπότης. Οὕτως οἱ πιστεύοντες, κληρονόμοι Θεοῦ, καὶ συγκληρονόμοι Χριστοῦ· χάριτι γὰρ λαμβάνουσιν ὃ μὴ πρότερον εἶχον. Ὅτι δὲ αὐτὸς τῶν ἁπάντων Δεσπότης, τὰ ἐπαγόμενα μαρτυρεῖ. «Δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε.» Τοῦτο δηλωτικὸν τῆς θεότητος. Οὐ μόνον γὰρ αὐτὸν δημιουργὸν, ἀλλὰ καὶ ἀΐδιον ἔδειξεν. Ὁ γὰρ αἰὼν οὐκ οὐσία τις ἐστὶν, ἀλλ' ἀνυπόστατον χρῆμα, συμπαρομαρτοῦν τοῖς γεννητὴν ἔχουσι φύσιν. Καλεῖται γὰρ αἰὼν καὶ τὸ ἀπὸ τῆς τοῦ κόσμου συστάσεως μέχρι τῆς συντελείας διάστημα. Οὕτω γὰρ καὶ ὁ Κύριος ἔφη· «Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Καὶ τῆς ἑκάστου δὲ ἡμῶν ζωῆς τὸν χρόνον, αἰῶνα κέκληκεν ὁ θεῖος Δαβίδ. «Ὁ αἰὼν γὰρ ἡμῶν, φησὶν, εἰς φωτισμὸν τοῦ προσώπου σου.» Καὶ τοῦ μέλλοντος δὲ βίου τὴν σύστασιν, αἰῶνα προσηγόρευσεν ὁ θεῖος Ἀπόστολος. «Οὐ μόνον γὰρ, φησὶν, ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι.» Καὶ πάλιν· «Ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὑτοῦ ἐν χρηστότητι ἐφ' ἡμᾶς. Αἰὼν τοίνυν ἐστὶ τὸ τῇ κτιστῇ φύσει παρεζευγμένον διάστημα. Τῶν αἰώνων δὲ ποιητὴν εἴρηκε τὸν Υἱὸν, ἀΐδιον αὐτὸν εἶναι διδάσκων, καὶ παιδεύων ἡμᾶς, ὡς ἀεὶ ἦν παντὸς οὑτινοσοῦν ὑπερκείμενος χρονικοῦ διαστήματος. Οὕτω περὶ τοῦ Θεοῦ καὶ Πατρὸς ἡ Παλαιὰ Γραφὴ λέγει· Ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, ἀντὶ τοῦ, Ὁ ἀεὶ ὤν. Εἶτα, ἐπειδὴ Υἱὸν εἰπὼν ἀΐδιον, αὐτὸν προσηγόρευσεν, ἀπίθανον δὲ εἶναί πως ἐδόκει τοῖς ἀμυήτοις τῶν θείων, τὸν υἱὸν ὄντα μὴ δεύτερον εἶναι τοῦ γεγεννηκότος τῷ χρόνῳ, ἀπό τινος ὁρωμένης εἰκόνος δείκνυσι τὴν τῆς θεολογίας ἀλήθειαν, καί φησιν· γʹ. «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης.» Τὸ γὰρ ἀπαύγασμα καὶ ἐκ τοῦ πυρός ἐστι, καὶ σὺν τῷ πυρί ἐστι· καὶ αἴτιον μὲν ἔχει τὸ πῦρ, ἀχώριστον δέ ἐστι τοῦ πυρός. Ἐξ οὗ γὰρ τὸ πῦρ, ἐξ ἐκείνου καὶ τὸ ἀπαύγασμα. Εἰ τοίνυν ἐπὶ τῶν αἰσθητῶν δυνατὸν εἶναί τι ἔκ τινος, καὶ συνυπάρχειν τούτῳ ἐξ οὗπέρ ἐστι· Μὴ ἀμφιβάλῃς, φησὶν, ὡς ὁ Θεὸς Λόγος, ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς, καὶ γεγέννηται ὡς Υἱὸς, καὶ συνυπάρχει τῷ γεγεννηκότι ὡς Λόγος, ὃς ἀπαύγασμα δόξης. Ἐξ οὗ γὰρ ἡ δόξα, ἐξ ἐκείνου καὶ τὸ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
