Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.681
Not analysed yet
ἀπαύγασμα. Ἀεὶ δὲ ἡ δόξα, ἀεὶ τοίνυν καὶ τὸ ἀπαύγασμα. Καὶ τῷ πυρὶ δὲ ὁμοφυὲς τὸ ἀπαύγασμα· οὐκοῦν καὶ ὁ Υἱὸς τῷ Πατρί. Καὶ ἐπειδὴ τοῦ ἀπαυγάσματος ἡ εἰκὼν τὸ μὲν συναΐδιον καὶ ὁμοούσιον ἀποχρώντως δεδήλωκεν, ἀφορμὴν δὲ παρεῖχε βλασφημίας τοῖς τὰ Σαβελλίου καὶ Φωτεινοῦ νοσοῦσι· καθ' ἑαυτὸ γὰρ οὐχ ὑφέστηκε τὸ ἀπαύγασμα· δι' ἑτέρας εἰκόνος καὶ ταύτην ἐξορίζει τὴν βλασφημίαν. ἐπάγει γάρ. «Καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ.» Καθ' ἑαυτὸν, γὰρ, φησὶν, ὑφέστηκεν, ὅλον ἐν ἑαυτῷ δεικνὺς τὸν Πατέρα. Τοὺς γὰρ πατρικοὺς περίκειται χαρακτῆρας. Τούτῳ ἔοικε τὸ ὑπὸ τοῦ Κυρίου πρὸς τὸν Φίλιππον εἰρημένον· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα μου.» Οὕτω διὰ πλειόνων ὀνομάτων ἐδίδαξεν ὁ θεῖος Ἀπόστολος, καὶ τὸ γνήσιον τῆς γεννήσεως, καὶ τὸ ὁμοούσιον, καὶ τὸ συναΐδιον. Ἐπειδὴ γὰρ πάντα νοῦν ὑπερβαίνει τὰ θεῖα, καὶ οὐχ οἷόν τε διὰ μιᾶς μόνης εἰκόνος τὸ τῆς θεολογίας διδάξαι μυστήριον, διὰ πλειόνων τοῦτο ποιεῖν ἀναγκάζονται τῆς ἀληθείας οἱ κήρυκες. Οὕτως ὁ θεσπέσιος Ἰωάννης Λόγον ὠνόμασε τὸν Υἱόν. Ἐπειδὴ γὰρ τῇ ἀνθρωπίνῃ γεννήσει καὶ πάθος καὶ χρόνος συνέζευκται, ἀναγκαίως αὐτὸν προσηγόρευσε Λόγον, ἵνα δείξῃ καὶ τὸ ἀπαθὲς, καὶ τὸ ἄχρονον τῆς γεννήσεως. Ὅπως δὲ μηδεὶς ὑπολάβῃ πάλιν ἀνυπόστατον αὐτὸν εἶναι Λόγον, ὃ Μάρκελλος πέπονθε, καὶ Φωτεινὸς, καὶ Παῦλος, ἀναγκαίως προστέθεικε· «Καὶ Θεὸς ἦν ὁ Λόγος,» καὶ τὴν ἰδίαν αὐτοῦ σημαίνων ὑπόστασιν, καὶ τὴν μίαν φύσιν ἐμφαίνων, καὶ τῆς γεννήσεως τὸ ἀπαθές τε καὶ ἄχρονον ἐκπαιδεύων. Οὕτως ὁ μακάριος Παῦλος Υἱὸν μὲν αὐτὸν προσηγόρευσεν, ἄλλον αὐτὸν παρὰ τὸν Πατέρα δεικνὺς κατὰ τὸν τῆς ἰδιότητος λόγον. Τῶν αἰώνων δὲ αὐτὸν εἴρηκε Ποιητὴν, τὸ ἀΐδιον αὐτοῦ διὰ τούτων διδάσκων. Ὠνόμασε δὲ αὐτὸν καὶ ἀπαύγασμα δόξης, καὶ τὸ συναΐδιον διὰ τούτου, καὶ τὸ ταυτὸν τῆς οὐσίας σημαίνων. Ἐκ γὰρ τῆς τοῦ πυρὸς φύσεως τὸ ἀπαύγασμα. Προστέθεικε δὲ ὅτι καὶ χαρακτήρ ἐστιν ὑποστάσεως, ἀμφότερα κατὰ ταυτὸν διδάσκων, ὅτι καὶ καθ' ἑαυτὸν ὑφέστηκε, καὶ ἐν ἑαυτῷ δείκνυσι τοὺς πατρικοὺς χαρακτῆρας. Προστίθησι δὲ καὶ ἕτερον· «Φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὑτοῦ.» Οὐ γὰρ μόνον τὰ πάντα πεποίηκεν, ἀλλὰ καὶ ἰθύνει ταῦτα καὶ κυβερνᾷ. Τὴν δὲ τῆς δυνάμεως ὑπερβολὴν ἔδειξεν, εἰρηκὼς ἀρκεῖν αὐτῷ λόγον εἰς τὴν ἁπάντων δημιουργίαν τε καὶ προμήθειαν. Εἶπε γάρ· «Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς.» Καὶ εἶπε· «Γενηθήτω στερέωμα, καὶ ἐγένετο οὕτως·» καὶ τἄλλα πάντα ὁμοίως. Οὕτω καὶ ὁ μακάριος ἔφη Δαβὶδ, ὅτι «Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.» Ταύτης τῆς θεολογίας τὸ ἀναμφίλεκτον ὁρῶντες οἱ τὰ Ἀρείου φρονοῦντες, τῶν ἀποστολικῶν θησαυρῶν ἐκβάλλειν τήνδε τὴν Ἐπιστολὴν ἐπειράθησαν. Οὗ δὴ χάριν ἡμεῖς ταῖς εὐαγγελικαῖς αὐτὴν συμ-