# Interpretatio in xiv epistulas sancti Pauli 82.684

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.684

φωνοῦσαν διδασκαλίαις ἐδείξαμεν. Ὁ μέντοι θεῖος Ἀπόστολος οὕτω τὰ περὶ τῆς θείας διεξελθὼν φύσεως, ἐπὶ τὰ ἀνθρώπεια μεταβαίνει, διδάσκων τὸ τῆς οἰκονομίας μυστήριον. «Δι' αὑτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς.» Τὸ, δι' αὑτοῦ δασέως ἀναγινώσκειν προσήκει, ἀντὶ τοῦ, δι' ἑαυτοῦ. Οὗτος γὰρ ὁ τοῦ Πατρὸς Υἱὸς, ὁ τῷ γεγεννηκότι συνὼν, ὁ ἁπάντων δημιουργός τε καὶ πρύτανις, ὁ ἐν αὑτῷ δεικνὺς τὸν Πατέρα, τὴν ἡμετέραν ἐνανθρωπήσας ἐπραγματεύσατο σωτηρίαν. Τὸ δὲ ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, ἀνθρωπίνως εἴρηται. Ὕψιστος γὰρ ὢν ἐταπείνωσεν ἑαυτὸν, καὶ Θεὸς ὢν ἐνηνθρώπησεν. Οὐ ταπεινὸς ὢν ὑψώθη, οὐδὲ ἄνθρωπος ὢν Θεὸς ἐγένετο· ἀλλ' ὡς μὲν Θεὸς Δεσπότης ἦν τῶν ὅλων ἀεὶ, ὡς δὲ ἄνθρωπος προσέλαβε δόξαν, ἥνπερ εἶχεν ὡς Θεός. Τοῦτο καὶ αὐτὸς ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη· «Πάτερ, δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί. Καὶ ᾔτησεν οὐ λαβεῖν ἅπερ οὐκ εἶχεν, ἀλλ' ἅπερ εἶχε δειχθῆναι. δʹ. «Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα.» Καὶ τοῦτο δὲ κατὰ τὸ ἀνθρώπειον εἴρηκεν· ὡς γὰρ Θεὸς, ποιητὴς ἀγγέλων, καὶ Δεσπότης ἀγγέλων· ὡς δὲ ἄνθρωπος, μετὰ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν, κρείττων ἀγγέλων ἐγένετο· ἐπειδὴ καὶ ἐλάττων ἦν ἀγγέλων διὰ τὸ πάθημα τοῦ θανάτου. «Τὸν γὰρ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου.» Ὥσπερ τοίνυν ἐλάττων ἦν ἀγγέλων ὡς ἄνθρωπος, ἐπειδὴ ἐκεῖνοι μὲν ἀθάνατον ἔχουσι φύσιν, αὐτὸς δὲ τὸ πάθος ὑπέμεινεν· οὕτω μετὰ τὴν εἰς οὐρανοὺς ἀνάβασιν κρείττων ἀγγέλων ἐγένετο. «Ἐκάθισε γὰρ ἐπάνω πάσης Ἀρχῆς, καὶ Ἐξουσίας, καὶ Δυνάμεως, καὶ Κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι.» Ποιεῖται δὲ τὴν σύγκρισιν καὶ ἐκ τῶν ὀνομάτων ὁ θεῖος Ἀπόστολος. Οὕτω καὶ πρὸς τοὺς προφήτας παρεξέτασιν ἐποιήσατο, Υἱὸν δείξας τὸν Δεσπότην Χριστόν· οὕτω καὶ ἐπὶ τῶν ἀγγέλων τῆς υἱότητος μνημονεύει, καὶ ταύτῃ δείκνυσι τὸ διάφορον. Τοσούτῳ γὰρ, φησὶ, κρείττων γενόμενος ἀγγέλων, ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Ὅτι δὲ τῆς υἱότητος ὄνομα λέγει, τὰ ἐπαγόμενα διδάσκει. εʹ. «Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε; «Καὶ πάλιν· «Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν; «Ταῦτα δὲ πάλιν κατὰ τὸ ἀνθρώπινον εἴρηκε. Τοῦτο γὰρ δηλοῖ τὸ Ἔσομαι αὐτῷ εἰς πα-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
