# Interpretatio in xiv epistulas sancti Pauli 82.688

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.688

δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, ἀνθρωπίνως εἴρηκεν. Ὡς γὰρ Θεὸς, αἰώνιον ἔχει τὸν θρόνον, καὶ ἄναρχον τὴν βασιλείαν, καὶ ἀτελεύτητον. Καὶ ἐνταῦθα μέντοι συνέζευκται τὰ ἀνθρώπεια. Τὸ γὰρ, Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, κατὰ τὸ ἀνθρώπειον εἴρηται. Καὶ γὰρ ὁ προφήτης Ἡσαΐας τὰ περὶ τοῦ Ἐμμανουὴλ προθεσπίσας, καὶ ταῦτα προστέθεικε· «Πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν.» Καὶ ἡ χρίσις δὲ οὐ τῆς θεότητος, ἀλλὰ τῆς ἀνθρωπότητος ἦν. Τοῦτο δὲ καὶ ἡ διαφορὰ διδάσκει. Ἔλαιον γὰρ, φησὶ, ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Μέτοχοι δὲ ἡμεῖς καὶ κοινωνοὶ οὐ τῆς θεότητος, ἀλλὰ τῆς ἀνθρωπότητος. Τοῦτο καὶ ἐν τῇ πρὸς Φιλιππησίους ἐδίδαξεν ὁ θεῖος Ἀπόστολος. «Μετασχηματίσει γὰρ, φησὶ, τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.» Οὐ γὰρ τῇ θεότητι σύμμορφον ἔσται τῶν ἁγίων τὸ σῶμα, ἀλλὰ τῷ σώματι τῆς δόξης. Αὕτη μέντοι ἡ μαρτυρία καὶ τὴν Ἀρείου βλασφημίαν διήλεγξεν· αἰώνιον γὰρ ἔδειξε τοῦ Θεοῦ Λόγου τὸν θρόνον, καὶ τῇ δυάδι τῶν προσώπων ἐξήλασε τοῦ Σαβελλίου τὴν σύγχυσιν. Ταυτὸ δὲ τοῦτο καὶ τὸ ἀναίσχυντον Ἰουδαίων ἐμφράττει στόμα. Ὁ δὲ θεῖος Ἀπόστολος προστέθεικε καὶ ἑτέραν μαρτυρίαν τὴν θείαν αὐτοῦ φύσιν κηρύττουσαν. ιʹ—ιβʹ. «Καὶ σὺ κατ' ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται. Καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.» Ἔδειξεν αὐτὸν τῶν ἁπάντων Δημιουργόν· διὰ γὰρ οὐρανοῦ καὶ γῆς πάντα τὰ ἐν αὐτοῖς περιέλαβεν. Ἐδίδαξεν ὡς ἄτρεπτός τε καὶ ἀναλλοίωτος· τοῦτο γὰρ δηλοῖ τὸ, Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις. Ἐδήλωσε καὶ τῆς κτίσεως τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν ἀπ' αὐτοῦ γενησομένην, αὐτοῦ δὲ τὸ ἄναρχον καὶ ἀνώλεθρον. Σὺ γὰρ, φησὶν, ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Οὐ γὰρ ἐγένου, ἀλλὰ εἶ, οὐδὲ ἀλλοίωσιν δέχῃ τινά· ἀεὶ γὰρ ὁ αὐτὸς εἶ. Δηλοῖ δὲ ταῦτα καὶ τὸ ἀπαθὲς τῆς θεότητος. Εἰ γὰρ αὐτὴ πέπονθε, πῶς ἡ αὐτή ἐστιν; ἠλλοίωται γὰρ, καὶ εἰ τρεῖς ἡμέρας ἐν τῷ θανάτῳ πεποίηκεν, ἐξέλιπε τὰ ἔτη. Ἀλλὰ καὶ ὁ Προφήτης ἡμᾶς καὶ ὁ Ἀπόστολος διδάσκει, ὁ μὲν γεγραφὼς τὴν μαρτυρίαν, ὁ δὲ ταύτῃ χρησάμενος, ὡς ὁ αὐτός ἐστιν ἀεὶ, καὶ τὰ ἔτη αὐτοῦ οὐκ ἐκλείψουσιν. Οὕτω τὰ θεῖα διεξελθὼν, πάλιν ἐπὶ τὰ ἀνθρώπεια μεταβαίνει. ιγʹ. «Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἶπέ ποτε· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; «Οὐ γὰρ ὡς Θεῷ λέγει· Κάθου ἐκ δεξιῶν μου· πῶς γάρ;» Ὁ θρόνος γὰρ αὐτοῦ εἰς αἰῶνα αἰῶνος.» Ὡς ἄνθρωπος τοίνυν ταύτης μετέλαχε τῆς τιμῆς· ὡς Θεὸν γὰρ αἰώνιον ἔχει τὸν θρόνον.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
