Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.69
Not analysed yet
φάνους ὑπέδειξε. Τὸ γὰρ, καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ, τῶν πόνων δηλωτικόν. Δεῖ γὰρ ὑπομεῖναι καὶ κατορθῶσαι τὴν ἀρετὴν, καὶ οὕτω τοὺς ταύτης ἀναμεῖναι στεφάνους. Ἀλλὰ πρόσκαιρος μὲν ὁ πόνος, αἰώνιον δὲ τὸ κέρδος. Οὐ μόνον δὲ τῇ ζωῇ τὸ αἰώνιον πρόσκειται, ἀλλὰ καὶ τῇ δόξῃ, καὶ τῇ τιμῇ, καὶ τῇ ἀφθαρσίᾳ Διὰ πλειόνων γὰρ ἐβουλήθη δεῖξαι τῶν ἀγαθῶν τὴν ἀντίδοσιν. ηʹ, θʹ. Τοῖς δὲ ἐξ ἐριθείας, καὶ ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ, θυμὸς καὶ ὀργὴ, θλίψις καὶ στενοχωρία, ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου, τοῦ κατεργαζομένου τὸ κακὸν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος. Ὥσπερ ἐπὶ τῆς ἑτέρας συμμορίας, οὐχ ἁπλῶς τοῖς τυχοῦσιν ἐκεῖνα ὑπέσχετο τὰ ἀγαθὰ, οὐδὲ τοῖς μετὰ ῥᾳστώνης μετιοῦσι τὴν ἀρετὴν, ἀλλὰ τοῖς ὑπομένειν αὐτῆς ἀνεχομένοις τοὺς πόνους· οὕτω καὶ ἐπὶ τῆς κακίας τὰς χαλεπὰς ἠπείλησεν ἀπειλὰς, οὐ τοῖς ἐκ περιστάσεώς τινος ὀλισθαίνουσιν εἰς αὐτὴν, ἀλλὰ τοῖς μετὰ πολλῆς αὐτὴν μετιοῦσι σπουδῆς· τοῦτο γὰρ δηλοῖ τὸ, Ἐξ ἐριθείας, καὶ Ἀπειθοῦσι τῇ ἀληθείᾳ, καὶ Κατεργαζομένοις τὸ κακόν. Ὁμοίως δὲ, φησὶ, καὶ Ἰουδαίους καὶ Ἕλληνας, καὶ παρανομοῦντας κολάσει, καὶ εὐσεβείας καὶ δικαιοσύνης ἐπιμελουμένους ἀξιώσει στεφάνων. Ἕλληνας δὲ νῦν καλεῖ, οὐ τοὺς τῷ θείῳ κηρύγματι προσεληλυθότας, ἀλλὰ τοὺς πρὸ τῆς θείας ἐνανθρωπήσεως γεγονότας. Οὐ μὴν τοῖς τὰ εἴδωλα προσκυνήσασι τὴν ζωὴν τὴν αἰώνιον ἐπηγγείλατο, ἀλλὰ τοῖς ἔξω μὲν τοῦ Μωσαϊκοῦ πολιτευσαμένοις νόμου, θεοσέβειαν δὲ ἀσπασαμένοις, καὶ δικαιοσύνης πεφροντικόσι. ιʹ. Δόξα δὲ, καὶ τιμὴ, καὶ εἰρήνη, παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν, Ἰουδαίῳ τε πρῶτον, καὶ Ἕλληνι. Οὐχ ἁπλῶς τοῦτο τέθεικεν, ἀλλ' ἵνα τούτοις τὸν ἑξῆς συνυφήνῃ λόγον. Μέλλει γὰρ τὴν Ἰουδαίων λοιπὸν εἰσφέρειν κατηγορίαν. ιαʹ, ιβʹ. Οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ. Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. Πάντων γὰρ, φησὶ, ποιητὴς ὁ Θεὸς πάντων οὖν ἔσται κριτὴς, καὶ τοὺς μὲν Ἰουδαίους κατὰ τὸν Μωσαϊκὸν νόμον εὐθύνας εἰσπράξεται, τοὺς δέ γε τοῦτον οὐ δεξαμένους (τούτους γὰρ ἀνόμους καλεῖ), εἶτα ἡμαρτηκότας, κατὰ τὴν ἐντεθεῖσαν τῇ φύσει διάγνωσιν ἐνδίκως κολάσει. ιγʹ. Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Οὐ γὰρ δὴ τούτου χάριν ἡμῖν ἐτέθη νόμος, ἵνα τὰς ἡμετέρας ἀκοὰς καταθέλγῃ, ἀλλ' ἵνα ποδηγήσῃ πρὸς τὴν πρᾶξιν τῶν ἀγαθῶν. ιδʹ. Ὅταν γὰρ ἔθνη, τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος. Ὅτι γὰρ τὴν πρᾶξιν ὁ θεῖος ἀπαιτεῖ νόμος, μαρτυροῦσιν οἱ πρὸ τοῦ Μωσαϊκοῦ νόμου, εὐσεβέσι μὲν χρησάμενοι λογισμοῖς, πράξεσι