# Interpretatio in xiv epistulas sancti Pauli 82.697

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.697

ἀλλ' ὡς ἄνθρωπος· οὔτε ὡς Θεὸς διὰ τῆς πείρας μεμάθηκε τὰ ἡμέτερα, ἀλλ' ὡς Θεὸς καὶ δημιουργὸς γινώσκει τὰ πάντα σαφῶς. Οὕτω τὴν πρὸς τοὺς ἀγγέλους παρεξέτασιν συμπεράνας, τῶν ἁπάντων μείζονα τῶν προφητῶν Μωϋσῆν τὸν μέγαν ἐκ παραλλήλου τίθησιν· ἵνα δείξας ἄπειρον τὸ διάφορον, δείξῃ κατὰ ταυτὸν καὶ τῶν διαθηκῶν, καὶ τῶν ἐπαγγελιῶν, καὶ μέντοι καὶ τῶν ἱερέων, τὸ μέσον. Πάλιν δὲ τῇ συγκρίσει παραίνεσιν ἀναμίγνυσιν, ἵνα μὴ δόξῃ ὥσπερ ἐξεπίτηδες τοῦτο ποιεῖν, ἀλλ' ὡς ὑπό τινος ἀνάγκης ὠθούμενος. ΚΕΦΑΛΑΙΟΝ Γʹ. αʹ, βʹ. «Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν Χριστὸν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ.» Πάλιν ἀρχιερέα καὶ ἀπόστολον αὐτὸν ὡς ἄνθρωπον κέκληκεν. Εἰ γὰρ ὡς Θεὸς ἀρχιερεύς ἐστι, καὶ πρὸ τῆς ἐνανθρωπήσεως τοῦτο ἂν ἦν. Ὅτι δὲ καὶ ἀπόστολος τῆς ὁμολογίας ἡμῶν μετὰ τὴν ἐνανθρώπησιν γέγονεν, ἐν τῇ πρὸς Γαλάτας ἐδίδαξεν. «Ὅτε γὰρ ἦλθε, φησὶ, τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὑτοῦ γενόμενον ἐκ γυναικός.» Καὶ οὐκ εἶπεν, Ἀπέστειλεν αὐτὸν γενέσθαι ἐκ γυναικὸς, ἀλλὰ, γενόμενον ἐκ γυναικὸς ἀπέστειλεν· ὡς εἶναι δῆλον, ὅτι τῇ ἐνανθρωπήσει πρόσφορον τὸ τῆς ἀποστολῆς ὄνομα. Ὁμολογίαν δὲ ἡμῶν τὴν πίστιν ἐκάλεσε, ποίησιν δὲ, οὐ τὴν δημιουργίαν, ἀλλὰ τὴν χειροτονίαν κέκληκεν. Πιστὸν γὰρ ὄντα, φησὶν, τῷ ποιήσαντι αὐτὸν, τουτέστιν ἀπόστολον καὶ ἀρχιερέα. Εἶτα καὶ τῶν περὶ τοῦ Μωϋσέως ὑπὸ τοῦ Θεοῦ εἰρημένων ἀναμνήσας, τοῦ γὰρ Θεοῦ ἐστι φωνή· Ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστι, δείκνυσιν ἐν τοῖς ἑξῆς τὸ διάφορον. γʹ. «Πλείονος γὰρ δόξης οὗτος παρὰ Μωϋσῆν ἠξίωται, καθ' ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν.» Ὅση, φησὶ, ποιήματος πρὸς ποιητὴν διαφορὰ, τοσαύτη Μωϋσέως πρὸς τὸν Χριστόν. Τοῦτο γὰρ καὶ τὰ ἑξῆς διδάσκει σαφέστερον. δʹ. «Πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος· ὁ δὲ τὰ πάντα κατασκευάσας, Θεός.» Εἰδέναι μέντοι χρὴ, ὡς τὴν μὲν ὑπεροχὴν ἀπὸ τῆς θείας ἔδειξε φύσεως· πλείονος δὲ αὐτὸν ἠξιῶσθαι δόξης κατὰ τὸ ἀνθρώπειον εἴρηκεν. Ἐπειδὴ γὰρ καὶ Θεὸς καὶ ἄνθρωπος ὁ Δεσπότης Χριστὸς, ἀμφότερα δὲ ἐν τῷ ἑνὶ θεωρεῖται προσώπῳ, ἀναγκαίως καὶ τὰ ὑψηλὰ καὶ τὰ ταπεινὰ, περὶ αὐτοῦ λέγειν εἰς δήλωσιν τῶν δύο φύσεων ἀναγκάζεται. εʹ, ϛʹ. «Καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων. Χριστὸς δὲ ὡς Υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
