# Interpretatio in xiv epistulas sancti Pauli 82.700

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.700

οἶκός ἐσμεν ἡμεῖς, ἐάνπερ τὴν παῤῥησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν.» Ἀπὸ τῆς Παλαιᾶς Γραφῆς τὰ ὀνόματα τέθεικε· καὶ γὰρ τὸν Μωϋσῆν θεράποντα κέκληκεν ὁ Θεός· «Μωϋσῆς γὰρ, φησὶν, ὁ θεράπων μου τετελεύτηκε.» Καὶ πάλιν· «Οὐχ οὕτως ὡς ὁ θεράπων μου Μωϋσῆς.» Καὶ αὐτὸν δὲ τὸν Δεσπότην Χριστὸν Υἱὸν ἡ Παλαιὰ Γραφὴ καλεῖ· «Τί ὄνομα τῷ Υἱῷ αὐτοῦ;» Καί· «Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε.» Καὶ· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε.» Γινώσκεται τοίνυν, φησὶ, τούτου κἀκείνου τὸ μέσον· ὁ μὲν γὰρ θεράπων, ὁ δὲ Υἱός· καὶ ἐκεῖνος μὲν πιστὸς ἐκλήθη, ἵνα δειχθῇ ἀξιόχρεως νομοθέτης. Τοῦτο γὰρ εἶπεν, Εἰς μαρτύριον τῶν λαληθησομένων. Ὁ δὲ Χριστὸς ὡς Υἱὸς καλεῖται πιστός. Εἰ δὲ εὐτελείας τήνδε τὴν προσηγορίαν οἱ αἱρετικοὶ σημαντικὴν εἶναι νομίζουσιν, ἀκουέτωσαν τοῦ Ἀποστόλου περὶ τοῦ Θεοῦ καὶ Πατρὸς λέγοντος· «Πιστὸς ὁ Θεὸς δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ.» Καὶ τοῦ προφήτου Δαβίδ· «Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὑτοῦ.» Καὶ πάλιν· «Καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός.» Καὶ ὁ θεῖος δὲ Μωϋσῆς οὕτω λέγει· «Θεὸς πιστὸς, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ.» Οἶκον δὲ τοῦ Θεοῦ κέκληκε τοὺς πιστεύοντας κατὰ τὴν προφητείαν τὴν λέγουσαν· «Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω.» Ταύτης δὲ, φησὶν, ἀπολαυσόμεθα τῆς τιμῆς, ἐὰν τὴν παῤῥησίαν, ἧς τετυχήκαμεν, καὶ τὴν ἀξιέραστον ἐλπίδα διὰ τῶν τῆς ἀρετῆς κατορθωμάτων διατηρήσωμεν. Ἐπειδὴ δὲ τῆς ἐλπίδος ἐμνήσθη, ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; Ὑπέσχετο δὲ ἡμῖν ὁ Δεσπότης τὴν βασιλείαν τῶν οὐρανῶν, σύγκρισιν πάλιν ποιεῖται τῶν Ἰουδαίοις δεδομένων καὶ τῶν ἡμῖν ἐπηγγελμένων. ζʹ—ιαʹ. «Διὸ καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με, καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη. Διὸ προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπον· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ. Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου. Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου· Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου;» Τέθεικε μὲν τὴν μαρτυρίαν, δεδιττόμενος δῆθεν αὐτοὺς, ἵνα φυλάξωσι διὰ σπουδῆς τὴν δεδομένην ἐλπίδα. Πλὴν ἕτερον κατασκευάζει, ἀνυπόπτως πάλιν μεθοδεύων τὸν λόγον. Ἐπιμένει δὲ τῇ παραινέσει. ιβʹ. «Βλέπετε, ἀδελφοὶ, μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας, ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος.» Πολλῆς ὑμῖν ἐπιμελείας δεῖ καὶ σπουδῆς, ὥστε φυλάξαι τὴν πίστιν, καὶ μὴ τὴν λώβην τῆς ἀπιστίας εἰσδέξασθαι. Αὕτη γὰρ χωρίζει τοῦ ζῶντος Θεοῦ.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
