Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.704
Not analysed yet
νους, μὴ συγκεκραμένους τῇ πίστει τοῖς ἀκούσασιν.» Οὐκ ἀπόχρη εἰς σωτηρίαν ἡ τῶν λόγων ἀκρόασις. Προσήκει γὰρ τοῦτο μετὰ πίστεως δέξασθαι, καὶ βεβαίως φυλάξαι. Τί γὰρ ὤνησεν ἡ τοῦ Θεοῦ ἐπαγγελία τοὺς ταύτην δεξαμένους, μὴ πιστῶς δεξαμένους, καὶ τῇ τοῦ Θεοῦ δυνάμει τεθαῤῥηκότας, καὶ οἷον τοῖς Θεοῦ λόγοις ἀνακραθέντας; γʹ. «Εἰσερχόμεθα γὰρ εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες, καθὼς εἴρηκεν· Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου· Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.» Βούλεται δεῖξαι τρεῖς καταπαύσεις κεκλημένας ἐν τῇ θείᾳ Γραφῇ· καὶ πρώτην μὲν τὴν ἑβδόμην ἡμέραν, ἐν ᾗ τὴν κτίσιν πεπλήρωκεν ὁ Θεός· δευτέραν δὲ τῆς ἐπαγγελίας τὴν γῆν· τρίτην δέ γε τὴν βασιλείαν τῶν οὐρανῶν. Κατασκευάζει δὲ τὴν ταύτης ἀπόδειξιν ἀπὸ τῆς προφητικῆς μαρτυρίας. Εἰ γὰρ μὴ ἀληθῶς, φησὶν, ἔστιν ἑτέρα κατάπαυσις, τί δήποτε τοῖς τὴν δευτέραν δεξαμένοις καὶ παρεγγυᾷ μὴ σκληρύναι τὰς καρδίας, καὶ ἀπειλεῖ τιμωρίαν, καὶ τῶν τῆς δευτέρας καταπαύσεως καταπεφρονηκότων ποιεῖται τὴν μνήμην; κατὰ τάξιν δὲ ταύτας τίθησι, καὶ πρώτην μὲν τὴν τῆς ἑβδόμης ἡμέρας. «Καίτοι τῶν ἔργων ἀπὸ καταβολῆς κόσμου γενηθέντων. (δʹ.) Εἴρηκε γάρ που περὶ τῆς ἑβδόμης οὕτως· Καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὑτοῦ.» Ὅτι, φησὶν, οὐ περὶ ἐκείνης ὁ μακάριος λέγει Δαβὶδ, παντί που δῆλον· πρὸ πολλῶν γὰρ γενεῶν ἐκείνη γεγένηται τοῦ Δαβίδ· ἐν γὰρ τῇ ἑβδόμῃ ἡμέρᾳ πεπλήρωκε τὴν κτίσιν ὁ τῶν ὅλων Θεός. εʹ. «Καὶ ἐν τούτῳ πάλιν· Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου;» Ἀλλ' ὅμως καὶ ταῦτα σαφῶς ἐπιστάμενος ὁ Προφήτης, οὐδὲν ἧττον ἑτέραν κατάπαυσιν ἐπαγγέλλεται. ϛʹ, ζ. «Ἐπεὶ οὖν ἀπολείπεταί τινας εἰσελθεῖν εἰς αὐτὴν, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον δι' ἀπείθειαν, πάλιν τινὰ ὁρίζει ἡμέραν, σήμερον, ἐν Δαβὶδ λέγων, μετὰ τοσοῦτον χρόνον, καθὼς προείρηται· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ.» Εἶτα διδάσκων ὡς οὐ περὶ τῆς Παλαιστίνης ταῦτά φησιν ὁ Προφήτης, ἐπισυλλογίζεται· ηʹ. «Εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν, οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας.» Οὐκ ἂν, φησὶ, περὶ ἐκείνης εἶπε τῆς γῆς. Εἰς ἐκείνην γὰρ αὐτοὺς εἰσήγαγεν ὁ τοῦ Ναυῆ Ἰησοῦς. Ἐν αὐτῇ δὲ ἦν καὶ ὁ θεῖος Δαβὶδ, ὅτε ταύτην ἐπηγγέλλετο τὴν κατάπαυσιν. Εἶτα συλλογιστικῶς· θʹ. «Ἄρα οὖν ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ.» Οὐ κατ' ἐρώτησιν, ἀλλὰ κατὰ ἀπόφασιν ἀναγνωστέον. Σαββατισμὸν δὲ τὴν κατάπαυσιν κέκληκεν, ἐπειδὴ ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων, ὧν ἐποίησεν· ἐν τῷ μέλλοντι δὲ βίῳ ἄλυπος ἔσται ζωὴ, καὶ πόνων ἐλευ-