# Interpretatio in xiv epistulas sancti Pauli 82.705

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.705

θέρα, καὶ φροντίδων ἀπηλλαγμένη. Σαββατισμὸν τοίνυν ὠνόμασε τὴν τῶν σωματικῶν ἔργων ἀπαλλαγήν. Τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς· ιʹ. «Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὑτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός.» Ὥσπερ γὰρ ὁ τῶν ὅλων Θεὸς, ἐν τῇ ἕκτῃ ἡμέρᾳ ἅπασαν τὴν κτίσιν πεπληρωκὼς, τῇ ἑβδόμῃ ἐπαύσατο τοῦ δημιουργεῖν· οὕτως οἱ τόνδε τὸν βίον ὑπεξελθόντες, καὶ εἰς ἐκεῖνον μεταβάντες, τῶν παρόντων ἀπαλλαγήσονται πόνων. Καὶ Ἰουδαίοις δὲ ὁ νόμος ἐκέλευσε τῷ Σαββάτῳ τῶν μὲν σωματικῶν ἔργων ἀπέχεσθαι, μόναις δὲ προσφέρειν ταῖς ψυχαῖς ἐπιμέλειαν. Εἶτα συμβουλευτικῶς· ιαʹ. «Σπουδάσωμεν οὖν εἰς ἐκείνην τὴν κατάπαυσιν, ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας.» Ὁ γὰρ ῥᾳστώνῃ συζῶν, καὶ μὴ ποθῶν τῶν ἐπηγγελμένων ἀγαθῶν ἀπολαῦσαι, ταῖς ἐκείνων τῶν ἀπειθησάντων ὑπεύθυνος ἔσται κατηγορίαις. Ἔπειτα τὸ φρίκης γέμον κριτήριον ἐπιδείκνυσι. ιβʹ, ιγʹ. «Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος.» Οὐδὲν δύναται λαθεῖν ἐκεῖνον τὸν ἀδέκαστον δικαστὴν, πάντα δὲ ἀκριβῶς ἐπίσταται, καὶ αὐτῶν τῶν λογισμῶν τὰ κινήματα. Οἶδε τὰ ἐν τῷ σκότει γινόμενα, οἶδε τὰ κρύβδην τολμώμενα· οὐ λέληθεν αὐτὸν τὰ πονηρὰ βουλεύματα τῆς ψυχῆς, αὐτῷ τὰ κεκρυμμένα γυμνά. Τὸ δὲ, τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, ἐκ μεταφορᾶς τέθεικε τῶν θυομένων ζώων, ἃ παντελῶς ἄφωνα κεῖται, τῆς σφαγῆς τὴν ζωὴν ἀφελομένης, καὶ μετὰ τῆς ζωῆς τὴν φωνήν. Οὕτω, φησὶ, καὶ ἡμεῖς κρινόμενοι θεώμεθα μὲν ἅπαντα τὰ δυσσεβῶς παρ' ἡμῶν ἢ παρανόμως γεγενημένα· σιγῶντες δὲ τὴν τῆς τιμωρίας δεχόμεθα ψῆφον, ἅτε δὴ τὸ δίκαιον αὐτῆς ἐπιστάμενοι. Ταῦτα δὲ οὐκ ἐκείνοις μόνοις, ἀλλὰ καὶ πᾶσιν ἡμῖν γέγραφεν ὁ θεῖος Ἀπόστολος. Προσήκει τοίνυν διηνεκῶς ἡμᾶς σκοπεῖν τὸ θεῖον ἐκεῖνο κριτήριον, καὶ πεφρικέναι, καὶ τρέμειν, καὶ τὰς θείας ἐντολὰς φυλάττειν ἐπιμελῶς, καὶ τὴν ἐπηγγελμένην προσμένειν κατάπαυσιν· ἧς τύχοιμεν ἐν Χριστῷ· μεθ' οὗ τῷ Πατρὶ, σὺν τῷ παναγίῳ Πνεύματι, δόξα καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ. ιδʹ. «Ἔχοντες οὖν ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανοὺς, Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ, κρατῶμεν τῆς ὁμολογίας.» Ἐν μὲν τοῖς πρόσθεν ἡρμηνευμένοις τῶν καταπαύσεων τὴν σύγκρισιν ἐποιήσατο,

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
