# Interpretatio in xiv epistulas sancti Pauli 82.712

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.712

καὶ ἐν ἑτέρῳ λέγει· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» Ἐπειδὴ γὰρ ἐξ ἑτέρας ὑπῆρχε φυλῆς (ἐκ τοῦ Δαβιτικοῦ γὰρ κατὰ τὴν ἀνθρωπείαν φύσιν ἐβλάστησε γένους) εἰδὼς ὁ Ἀπόστολος τῶν ἀπιστούντων Ἰουδαίων τὸ τῆς γνώμης ἀντίτυπον, εἰς τὰς προφητικὰς κατέφυγε μαρτυρίας· καὶ σοφῶς μὲν διὰ τούτων τὸν οἰκεῖον ἐβεβαίωσε λόγον· σοφῶς δὲ αὐτὸν ἔδειξεν οὐκ ἀρχιερέα μόνον, ἀλλὰ καὶ Υἱὸν προσαγορευόμενον, καὶ καινήν τινα καὶ παράδοξον ἀρχιερωσύνην δεξάμενον. Ἐπειδὴ δὲ εἶπεν ὡς τούτου χάριν ἄνθρωπος ὑπὲρ ἀνθρώπων ἀρχιερεὺς προβάλλεται, ὥστε συμπάσχειν τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν· δείκνυσι καὶ τὸν Δεσπότην Χριστὸν, πλὴν ἁμαρτίας, πάντα τῆς ἀνθρωπείας φύσεως δεξάμενον τὰ παθήματα. ζʹ—ιʹ. «Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας. Καίπερ Υἱὸς ὢν, ἔμαθεν ἀφ' ὧν ἔπαθε τὴν ὑπακοήν. Καὶ τελειωθεὶς ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ πᾶσιν αἴτιος σωτηρίας αἰωνίου, προσαγορευθεὶς ὑπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ.» Τίς ἂν μὴ κομιδῇ παραπαίων ταῦτα περὶ τῆς θείας εἰρῆσθαι φύσεως εἴποι; Εἰ γὰρ ὁ μακάριος Παῦλος οὐκ ἐδεδίει τὸν θάνατον, ἀλλὰ ἐπιθυμίαν εἶχεν εἰς τὸ ἀναλῦσαι, καὶ σὺν Χριστῷ εἶναι, καὶ τοῖς προειρηκόσι τὰ ἐν Ἱεροσολύμοις αὐτῷ συμβησόμενα, καὶ πειρασθεῖσιν ἐπισχεῖν, ἔφη· «Τί κλαίετε, καὶ συνθρύπτετέ μου τὴν καρδίαν; Ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· πῶς ὁ Θεὸς Λόγος, ὁ τῶν αἰώνων δημιουργὸς, ὁ ἀναλλοίωτός τε, καὶ ἄτρεπτος, καὶ πάθους ἐλεύθερος, ἐδεδίει τὸν θάνατον; Ἀλλὰ γὰρ ἴσως καὶ τὸ μηκύνειν περὶ τούτων ἀνοίας ἐσχάτης. Ἡ γὰρ τῆς ταπεινότητος τῶν εἰρημένων ὑπερβολὴ, καὶ αὐτοὺς ἀναγκάζει τοὺς τὴν θεότητα βλασφημοῦντας, μηδὲν τούτων τῇ θεότητι προσαρμόσαι. Καὶ γὰρ τὴν ἀνθρωπότητα τοῦτο παθεῖν ἡ θεότης συνεχώρησεν, ἵνα μάθωμεν ὡς ἀληθῶς ἐνηνθρώπησε, καὶ φύσιν ἀνθρωπείαν ἀνέλαβε, καὶ οὐ φαντασίᾳ καὶ δοκήσει τὸ τῆς οἰκονομίας ἐτελέσθη μυστήριον. Εἰ γὰρ καὶ τούτων οὕτως γεγενημένων, καὶ Σίμων, καὶ Μένανδρος, καὶ Κέρδων, καὶ Μαρκίων, καὶ Βαλεντῖνος, καὶ Βασιλίδης, καὶ Βαρδισάνης, καὶ Μάνης, τοὺς οἰκείους ἐδίδαξαν θιασώτας, ὡς οὐδὲν εἶχε τῆς ἀνθρωπείας φύσεως, δῆλον ὅτι πλείους ἂν τὸν πλάνον τοῦτον ὑπέμειναν, εἰ μὴ τῶν ἀνθρωπείων πλὴν ἁμαρτίας ἠνέσχετο παθημάτων. Ἡμέρας δὲ σαρκὸς τὸν τῆς θνητότητος ἔφη καιρὸν, τουτέστιν ἡνίκα θνητὸν εἶχε τὸ σῶμα. Λέγει δὲ τὴν εὐχὴν, ἣν παρὰ τὸ πάθος προσηύξατο· «Πά-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
