# Interpretatio in xiv epistulas sancti Pauli 82.72

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.72

δὲ ἀγαθαῖς τὸν βίον κατακοσμήσαντες, καὶ σφῶν αὐτῶν νομοθέται γενόμενοι. ιεʹ, ιϛʹ. Οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὑτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως, καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων, ἢ καὶ ἀπολογουμένων. Ἐν ἡμέρᾳ, ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ Εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ. Ἔδειξε τὸν τῆς φύσεως νόμον ταῖς καρδίαις ἐγγεγραμμένον, καὶ τοῦ συνειδότος καὶ τὴν κατηγορίαν καὶ τὴν ἀπολογίαν ἀληθείᾳ κεκοσμημένην. Ἐγὼ δὲ προὔργου νομίζω διά τινος παραδείγματος σαφῆ ποιῆσαι τὸν λόγον. Ὅτε τὸ κατὰ τὸν Βενιαμὶν ἐξύφηνε δρᾶμα ὁ θαυμάσιος Ἰωσὴφ, καὶ ὡς κεκλοφότα τὸν κόνδυ, δοῦλον ἐπειρᾶτο λαβεῖν, τῶν ἀδελφῶν ὡς ἐν πυρὶ δοκιμάζων τὴν γνώμην, ἄντικρυς ἐδείχθη τῆς τοῦ συνειδότος μαρτυρίας ἡ δύναμις. Τότε γὰρ δὴ, τότε ταύτῃ μὲν ἥκιστα τῇ τραγῳδίᾳ προσέχειν ἐβούλοντο, τῆς δὲ πρὸ δύο καὶ εἴκοσι ἐτῶν γενομένης παρανομίας ἀνεμιμνήσκοντο. Καὶ οἱ μὲν ἔλεγον, ὅτι «Τὸ αἷμα τοῦ ἀδελφοῦ ἡμῶν τοῦ νεωτέρου ἐκζητεῖται εἰς τὰς χεῖρας ἡμῶν·» τῶν δὲ γεγενημένων πρὸς αὐτοὺς παρακλήσεων ὁ Ῥουβεὶμ ἀνεμίμνησκε. Κατὰ ταύτην τὴν εἰκόνα διαγράψωμεν τὸ μέλλον κριτήριον, καὶ τῶν ἔξω νόμου πολιτευσαμένων τὸ συνειδὸς, νῦν μὲν ἀπολογούμενον, καὶ τὴν ἄγνοιαν προβαλλόμενον, νῦν δέ γε τὴν κατηγορίαν δεχόμενον, καὶ ἀνακηρύττον τῆς ἐπενεχθείσης ψήφου τὸ δίκαιον. Οὕτω καὶ Ἀβιμέλεχ, τοῦ συνειδότος ἔχων τὴν μαρτυρίαν, πρὸς τὸν Θεὸν ἔλεγε· «Κύριε, ἔθνος ἀγνοοῦν καὶ δίκαιον ἀποκτενεῖς; Οὐκ αὐτός μοι εἶπεν, ὅτι Ἀδελφή μου ἐστὶ, καὶ αὐτή μοι εἶπεν, ὅτι Ἀδελφός μου ἐστίν; Ἐν καθαρᾷ καρδίᾳ ἐποίησα τὸ ῥῆμα τοῦτο.» Ὁ μέντοι θεῖος Ἀπόστολος οὕτω ταῦτα διδάξας, ἐπὶ τὸν Ἰουδαῖον μεταφέρει τὸν λόγον, καί φησιν· ιζʹ. Ἴδε σὺ Ἰουδαῖος ἐπονομάζῃ. Κοινὸν γὰρ τοῦτο τὸ ὄνομα, καὶ τίμιον ἦν πάλαι· διὸ οὐκ εἶπεν, ὀνομάζῃ, ἀλλ' ἐπονομάζῃ. —Καὶ ἐπαναπαύῃ τῷ νόμῳ. Οὐ γὰρ κάμνεις, ὡς ἔξω νόμου πολιτευόμενος, τὸ πρακτέον ἐπιζητῶν· ἀλλ' ἔχεις τὸν νόμον σαφῶς ἅπαντά σε διδάσκοντα. Καὶ καυχᾶσαι ἐν Θεῷ. Ὡς πάντων σε προτετιμηκότι τῶν κατὰ τὴν οἰκουμένην ἐθνῶν, ὡς πολλῆς σε κηδεμονίας ἠξιωκότι, καὶ νόμον δεδωκότι, καὶ διὰ τῶν προφητῶν ποδηγήσαντι. ιηʹ. Καὶ γινώσκεις τὸ θέλημα, τουτέστι τοῦ Θεοῦ. Καὶ δοκιμάζεις τὰ διαφέροντα. Ἀντὶ τοῦ, ἐναντία ἀλλήλοις, δικαιοσύνην καὶ ἀδικίαν, σωφροσύνην καὶ ἀκολασίαν, εὐσέβειαν καὶ ἀσέβειαν. Κατηχούμενος ἐκ τοῦ νόμου. Τούτων γάρ σοι ἐκεῖνος διδάσκαλος γεγένηται. ιθʹ, κʹ. Πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυ-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
