# Interpretatio in xiv epistulas sancti Pauli 82.728

Theodoretus, Interpretatio in xiv epistulas sancti Pauli, Volume 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-xiv-epistulas-sancti-pauli/82.728

τοῦ κρείττονος εὐλογεῖται.» Ἀναμφίλεκτόν τε καὶ λίαν ἀναμφισβήτητον, ὡς οἱ μείζους εὐλογεῖν τοὺς ἐλάττους εἰώθασι. ηʹ. «Καὶ ὧδε μὲν δεκάτας ἀποθνήσκοντες ἄνθρωποι λαμβάνουσιν· ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ.» Ἀπὸ τῆς προφητικῆς τοῦτο τέθεικε μαρτυρίας. «Σὺ γὰρ εἶ, φησὶν, ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» Ἐπειδὴ δὲ εἰκὸς ἦν Ἰουδαίους εἰπεῖν ὅτι Ἀβραὰμ οὐκ ἦν ἱερεὺς, καὶ εἰκότως τὰς δεκάτας προσενήνεγκε, καὶ τὴν εὐλογίαν ἀπέλαβεν, ὁ δὲ Ἀαρὼν τῆς ἱερωσύνης τὴν ἀξίαν ἐδέξατο, καὶ τὸ ἐκείνου γένος μετ' ἐκεῖνον τῆς θείας μετέλαχε χάριτος, δείκνυσιν ἐκ περινοίας καὶ τούτους διὰ πατριάρχου τὰς δεκάτας προσενεγκόντας. θʹ, ιʹ. «Καὶ, ὡς ἔπος εἰπεῖν, δι' Ἀβραὰμ καὶ Λευῒ ὁ δεκάτας λαμβάνων δεδεκάτωται. Ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ Πατρὸς ἦν, ὅτε συνήντησεν αὐτῷ ὁ Μελχισεδέκ.» Οὐδέπω τοῦ Ἰσαὰκ ἐγεγόνει πατὴρ, ὅτε τοῦ Μελχισεδὲκ ὁ πατριάρχης τὴν εὐλογίαν ἐδέξατο. Ἔτι τοίνυν ἐν ἑαυτῷ εἶχε τῆς παιδοποιΐας τὰς ἀφορμάς. Ἐκ δὲ τοῦ Ἰσαὰκ ὁ Ἰακὼβ ἐβλάστησεν, ἐξ ἐκείνου δὲ ὁ Λευΐς. Ἐν αὐτῷ τοίνυν ἦν, φησὶν, ὁ Λευΐς, ἡνίκα καὶ τὴν δεκάτην προσήνεγκε, καὶ τὴν εὐλογίαν ἐδέξατο. Ἀνάγκη τοίνυν καὶ αὐτὸν δεδεκατῶσθαι, καὶ τῆς εὐλογίας μετειληφέναι. Εἶτα πάλιν ἑτέρωθεν μεθοδεύει τὸν λόγον, καὶ τῷ τῶν λεγομένων ἀναντιῤῥήτῳ καταθαῤῥήσας, δείκνυσι παῦλαν μὲν δεχομένην τὴν Λευϊτικὴν ἱερωσύνην, τὴν δὲ κατὰ τάξιν Μελχισεδὲκ ἀντὶ ταύτης εἰσαγομένην. Προσκατασπείρει δὲ κατὰ ταυτὸν καὶ τὴν περὶ τῆς Καινῆς Διαθήκης διδασκαλίαν. ιαʹ. «Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν· ὁ λαὸς γὰρ ἐπὶ αὐτῇ νενομοθέτητο· τίς ἔτι χρεία ἦν κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι;» Εἰ τὸ τέλειον, φησὶν, εἶχεν ἡ κατὰ νόμον ἱερωσύνη, δι' αὐτῆς γὰρ ἅπαντα ἐπληροῦτο τὰ νόμιμα, τί βούλεται τῆς ἑτέρας ἡ δόσις; Τί δήποτε δὲ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν, ἀλλὰ κατὰ τὴν τάξιν Μελχισεδὲκ ταύτην ἐπαγγέλλεται δώσειν; Καὶ μὴν κατ' ἐκείνην ἐπληροῦτο τὰ νόμιμα. Ἐκείνη γὰρ τὰς θυσίας προσέφερεν, ἐκείνη τοῦ μολυνομένου ἐκάθαιρε, δι' ἐκείνης ἐπληροῦντο αἱ περὶ τῶν ἑορτῶν ἐντολαί. Τοῦτο γὰρ εἶπεν· Ὁ λαὸς γὰρ ἐπ' αὐτῇ νενομοθέτητο. Οὕτω δείξας τὴν τῆς ἱερωσύνης ἐναλλαγὴν δείκνυσι καὶ τοῦ νόμου τὴν παῦλαν. ιβʹ. «Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται.» Ὁ νόμος τῇ ἱερωσύνῃ συνέζευκται. Ἀνάγκη τοίνυν τῆς ἱερωσύνης παυομένης, τοῦτο παθεῖν καὶ τὸν νόμον. ιγʹ. «Ἐφ' ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ' ἧς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ.» Λέγει δὲ καὶ τὸ τῆς φυλῆς ὄνομα.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg030.local001/.
