Ancient Greek
Volume 82
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xiv epistulas sancti Pauli 82.729
Not analysed yet
ιδʹ. «Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν οὐδὲν περὶ ἱερωσύνης Μωϋσῆς ἐλάλησε.» Τὸ, πρόδηλον, ὡς ἀναντίῤῥητον τέθεικε. Καὶ γὰρ τῶν Μάγων παραγενομένων, καὶ ἐρωτήσαντος τοῦ Ἡρώδου τοὺς Ἰουδαίους, ποῦ ὁ Χριστὸς γεννᾶται, ἔφασαν· Ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. Εἶτα καὶ τὸν σφέτερον ἐβεβαίωσαν λόγον τῇ Γραφικῇ μαρτυρίᾳ. Γέγραπται γάρ· «Καὶ σὺ, Βηθλεὲμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεταί μοι ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ.» Ἐκ δὲ ταύτης, φησὶν, οὐδεὶς ἱερεὺς ἀπεφάνθη. Ἀλλὰ καὶ Ὀζίας τῆς ἱερωσύνης κατατολμήσας, τὴν ἀτιμίαν τῆς λέπρας, ἐπιτίμιον τῆς αὐθαδείας ἐδέξατο. Θαυμάσαι δὲ ἄξιον τὸ τῆς οἰκονομίας μυστήριον. Ὥσπερ γὰρ ὁ Δεσπότης Χριστὸς βασιλεὺς αἰώνιος ὢν, ἀρχιερεὺς ἡμῶν ἐχρημάτισεν· οὕτως ἡ Ἰούδα φυλὴ, καὶ βασιλικὴ πρότερον οὖσα, τῆς ἱερωσύνης διὰ τοῦ Δεσπότου τετύχηκε. ιεʹ—ιζʹ. «Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος, ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου. Μαρτυρεῖ γάρ· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» Καὶ ἑτέρωθεν, φησὶ, δεῖξαι δυνατὸν τούτου κἀκείνου τὴν ὁμοιότητα. Καθάπερ γὰρ ἐκεῖνος τῆς ἱερωσύνης διαδόχους οὐκ ἔσχεν, οὕτως οὐδὲ οὗτος ταύτην εἰς ἕτερον παραπέμψει. Σαρκικὴν γὰρ ἐντολὴν τοῦτο κέκληκεν, ὡς τοῦ νόμου διὰ τὸ θνητὸν τῶν ἀνθρώπων κελεύοντος, μετὰ τὴν τοῦ ἀρχιερέως τελευτὴν τὸν ἐκείνου παῖδα τὴν ἱερωσύνην λαμβάνειν. Οἶμαι δὲ καὶ ἕτερον τὸν λόγον τόνδε αἰνίττεσθαι. Τὸ σῶμα γὰρ ὡς ἐπίπαν οἱ ἱερεῖς ἐξεκάθαιρον, τοῦτο περιῤῥαίνοντες καὶ λούοντες. Ὑπὲρ τούτου τὰς θυσίας προσέφερον. Οὐδὲ γὰρ ὑπὲρ ἀνδροφόνων, ἢ γάμους ἀλλοτρίους διορυττόντων, τὰς θυσίας προσκομίζειν εἰώθεσαν, ἀλλ' ὑπὲρ γονοῤῥυῶν, καὶ λεπρῶν, καὶ τῶν ἁπτομένων ὀστέων νεκρῶν. Εἶτα πάλιν ἀναλαμβάνει τὸν περὶ τοῦ νόμου λόγον. ιηʹ—κʹ. «Ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς, διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές. Οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος· ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι' ἧς ἐγγίζομεν τῷ Θεῷ. Καὶ καθ' ὅσον οὐ χωρὶς ὁρκωμοσίας.» Παύεται, φησὶν, ὁ νόμος, ἐπεισάγεται δὲ ἡ τῶν κρειττόνων ἐλπίς. Παύεται δὲ ἐκεῖνος, οὐχ ὡς πονηρὸς, κατὰ τὴν τῶν αἱρετικῶν παραπληξίαν, ἀλλ' ὡς ἀσθενὴς, καὶ τὴν τελείαν οὐ δυνάμενος προσφέρειν ὠφέλειαν. Ἐπισημήνασθαι μέντοι δεῖ, ὡς ἀσθενῆ καὶ ἀνωφελῆ τὰ περιττὰ τοῦ νόμου καλεῖ, τὴν περιτομὴν, τὸ Σάββατον, καὶ τὰ